|
| 14 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 11 | As soon as it was dawn they hung the head of Holofernes on the wall, and every man took his weapons, and they went out in companies to the passes in the mountains. | Panic in Holofernes' camp. Jdth.14.11-19 | Ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ολοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβεν πᾶς ἀνὴρ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους. |
|
| 12 | And when the Assyrians saw them they sent word to their commanders, and they went to the generals and the captains and to all their officers. | | οἱ δὲ υἱοὶ Ασσουρ ὡς εἶδον αὐτούς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἱ δὲ ἦλθον ἐπὶ τοὺς στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν. |
|
| 13 | So they came to Holofernes' tent and said to the steward in charge of all his personal affairs, "Wake up our lord, for the slaves have been so bold as to come down against us to give battle, in order to be destroyed completely." | | καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ Ἔγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ' ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολεθρευθῶσιν εἰς τέλος. |
|
| 14 | So Bagoas went in and knocked at the door of the tent, for he supposed that he was sleeping with Judith. | | καὶ εἰσῆλθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενόει γὰρ καθεύδειν αὐτὸν μετὰ Ιουδιθ. |
|
| 15 | But when no one answered, he opened it and went into the bedchamber and found him thrown down on the platform dead, with his head cut off and missing. | | ὡς δ' οὐθεὶς ἐπήκουσεν, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῄρητο ἀπ' αὐτοῦ. |
|
| 16 | And he cried out with a loud voice and wept and groaned and shouted, and rent his garments. | | καὶ ἐβόησεν φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ. |
|
| 17 | Then he went to the tent where Judith had stayed, and when he did not find her he rushed out to the people and shouted, | | καὶ εἰσῆλθεν εἰς τὴν σκηνήν, οὗ ἦν Ιουδιθ καταλύουσα, καὶ οὐχ εὗρεν αὐτήν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν καὶ ἐβόησεν |
|
| 18 | "The slaves have tricked us! One Hebrew woman has brought disgrace upon the house of King Nebuchadnezzar! For look, here is Holofernes lying on the ground, and his head is not on him!" | | Ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Εβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονοσορ· ὅτι ἰδοὺ Ολοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ' αὐτῷ. |
|
| 19 | When the leaders of the Assyrian army heard this, they rent their tunics and were greatly dismayed, and their loud cries and shouts arose in the midst of the camp. | | ὡς δὲ ἤκουσαν ταῦτα τὰ ῥήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ασσουρ, τοὺς χιτῶνας αὐτῶν διέρρηξαν, καὶ ἐταράχθη αὐτῶν ἡ ψυχὴ σφόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς. |