12 | katapi NEW STUDY BIBLE | Passage | Old Testament in Greek (Septuagint) |
12 1 | Then he commanded them to bring her in where his silver dishes were kept, and ordered them to set a table for her with some of his own food and to serve her with his own wine. | Holofernes' banquet. Jdth.12.1-13.10 | Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν. |
2 | But Judith said, "I cannot eat it, lest it be an offence; but I will be provided from the things I have brought with me." | καὶ εἶπεν Ιουδιθ Οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ' ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται. | |
3 | Holofernes said to her, "If your supply runs out, where can we get more like it for you? For none of your people is here with us." | καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Ἑὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστιν μεθ' ἡμῶν ἐκ τοῦ γένους σου. | |
4 | Judith replied, "As your soul lives, my lord, your servant will not use up the things I have with me before the Lord carries out by my hand what he has determined to do." | καὶ εἶπεν Ιουδιθ πρὸς αὐτόν Ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ' ἐμοῦ, ἕως ἂν ποιήσῃ κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο. | |
5 | Then the servants of Holofernes brought her into the tent, and she slept until midnight. Along toward the morning watch she arose | καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν. | |
6 | and sent to Holofernes and said, "Let my lord now command that your servant be permitted to go out and pray." | καὶ ἀπέστειλεν πρὸς Ολοφέρνην λέγουσα Ἑπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν· | |
7 | So Holofernes commanded his guards not to hinder her. And she remained in the camp for three days, and went out each night to the valley of Bethulia, and bathed at the spring in the camp. | καὶ προσέταξεν Ολοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· | |
8 | When she came up from the spring she prayed the Lord God of Israel to direct her way for the raising up of her people. | καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ισραηλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ· | |
9 | So she returned clean and stayed in the tent until she ate her food toward evening. | καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν. | |
10 | On the fourth day Holofernes held a banquet for his slave only, and did not invite any of his officers. | Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ολοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις. | |
11 | And he said to Bagoas, the eunuch who had charge of his personal affairs, "Go now and persuade the Hebrew woman who is in your care to join us and eat and drink with us. | καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ Πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Εβραίαν, ἥ ἐστιν παρὰ σοί, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθ' ἡμῶν· | |
12 | For it will be a disgrace if we let such a woman go without enjoying her company, for if we do not embrace her she will laugh at us." | ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν. | |
13 | So Bagoas went out from the presence of Holofernes, and approached her and said, "This beautiful maidservant will please come to my lord and be honoured in his presence, and drink wine and be merry with us, and become today like one of the daughters of the Assyrians who serve in the house of Nebuchadnezzar." | καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ολοφέρνου καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν Μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πίεσαι μεθ' ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ασσουρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσορ. | |
14 | And Judith said, "Who am I, to refuse my lord? Surely whatever pleases him I will do at once, and it will be a joy to me until the day of my death!" | καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ Καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν, ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστόν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου. | |
15 | So she got up and arrayed herself in all her woman's finery, and her maid went and spread on the ground for her before Holofernes the soft fleeces which she had received from Bagoas for her daily use, so that she might recline on them when she ate. | καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ, καὶ προσῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ολοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ' αὐτῶν. | |
16 | Then Judith came in and lay down, and Holofernes' heart was ravished with her and he was moved with great desire to possess her; for he had been waiting for an opportunity to deceive her, ever since the day he first saw her. | καὶ εἰσελθοῦσα ἀνέπεσεν Ιουδιθ, καὶ ἐξέστη ἡ καρδία Ολοφέρνου ἐπ' αὐτήν, καὶ ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ' αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ' ἧς ἡμέρας εἶδεν αὐτήν. | |
17 | So Holofernes said to her. "Drink now, and be merry with us!" | καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Πίε δὴ καὶ γενήθητι μεθ' ἡμῶν εἰς εὐφροσύνην. | |
18 | Judith said, "I will drink now, my lord, because my life means more to me today than in all the days since I was born." | καὶ εἶπεν Ιουδιθ Πίομαι δή, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου. | |
19 | Then she took and ate and drank before him what her maid had prepared. | καὶ λαβοῦσα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς. | |
20 | And Holofernes was greatly pleased with her, and drank a great quantity of wine, much more than he had ever drunk in any one day since he was born. | καὶ ηὐφράνθη Ολοφέρνης ἀπ' αὐτῆς καὶ ἔπιεν οἶνον πολὺν σφόδρα, ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφ' οὗ ἐγεννήθη. | |
13 1 | When evening came, his slaves quickly withdrew, and Bagoas closed the tent from outside and shut out the attendants from his master's presence; and they went to bed, for they all were weary because the banquet had lasted long. | Ὡς δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν. καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισεν τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον. | |
2 | So Judith was left alone in the tent , with Holofernes stretched out on his bed, for he was overcome with wine. | ὑπελείφθη δὲ Ιουδιθ μόνη ἐν τῇ σκηνῇ, καὶ Ολοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος. | |
3 | Now Judith had told her maid to stand outside the bedchamber and to wait for her to come out, as she did every day; for she said she would be going out for her prayers. And she had said the same thing to Bagoas. | καὶ εἶπεν Ιουδιθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθ' ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησεν κατὰ τὰ ῥήματα ταῦτα. | |
4 | So every one went out, and no one, either small or great, was left in the bedchamber. Then Judith, standing beside his bed, said in her heart, "O Lord God of all might, look in this hour upon the work of my hands for the exaltation of Jerusalem. | καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ στᾶσα Ιουδιθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς Κύριε ὁ θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα Ιερουσαλημ· | |
5 | For now is the time to help your inheritance, and to carry out my undertaking for the destruction of the enemies who have risen up against us." | ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦσμα ἐχθρῶν, οἳ ἐπανέστησαν ἡμῖν. | |
6 | She went up to the post at the end of the bed, above Holofernes' head, and took down his sword that hung there. | καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης, ὃς ἦν πρὸς κεφαλῆς Ολοφέρνου, καθεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπ' αὐτοῦ | |
7 | She came close to his bed and took hold of the hair of his head, and said, "Give me strength this day, O Lord God of Israel!" | καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ καὶ εἶπεν Κραταίωσόν με, κύριε ὁ θεὸς Ισραηλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ. | |
8 | And she struck his neck twice with all her might, and severed it from his body. | καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύι αὐτῆς καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ ἀπ' αὐτοῦ. | |
9 | Then she tumbled his body off the bed and pulled down the canopy from the posts; after a moment she went out, and gave Holofernes' head to her maid, | καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνώπιον ἀπὸ τῶν στύλων· καὶ μετ' ὀλίγον ἐξῆλθεν καὶ παρέδωκεν τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ολοφέρνου, | |
10 | who placed it in her food bag. Then the two of them went out together, as they were accustomed to go for prayer; and they passed through the camp and circled around the valley and went up the mountain to Bethulia and came to its gates. | Judith & her slave return to Bethulia. Jdth.13.10-20 | καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς. καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐπὶ τὴν προσευχήν· καὶ διελθοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλουα καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς. |