|
8 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
8 1 | At that time Judith heard about these things: she was the daughter of Merari the son of Ox, son of Joseph, son of Oziel, son of Elkiah, son of Ananias, son of Gideon, son of Raphaim, son of Ahitub, son of Elijah, son of Hilkiah, son of Eliab, son of Nathanael, son of Salamiel, son of Sarasadai, son of Israel. | Judith, the Israelite widow. Jdth.8.1-8 | Καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ιουδιθ θυγάτηρ Μεραρι υἱοῦ Ωξ υἱοῦ Ιωσηφ υἱοῦ Οζιηλ υἱοῦ Ελκια υἱοῦ Ανανιου υἱοῦ Γεδεων υἱοῦ Ραφαιν υἱοῦ Αχιτωβ υἱοῦ Ηλιου υἱοῦ Χελκιου υἱοῦ Ελιαβ υἱοῦ Ναθαναηλ υἱοῦ Σαλαμιηλ υἱοῦ Σαρασαδαι υἱοῦ Ισραηλ. |
|
2 | Her husband Manasseh, who belonged to her tribe and family, had died during the barley harvest. | | καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσης τῆς φυλῆς αὐτῆς καὶ τῆς πατριᾶς αὐτῆς· καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν· |
|
3 | For as he stood overseeing the men who were binding sheaves in the field, he was overcome by the burning heat, and took to his bed and died in Bethulia his city. So they buried him with his fathers in the field between Dothan and Balamon. | | ἐπέστη γὰρ ἐπὶ τοὺς δεσμεύοντας τὰ δράγματα ἐν τῷ πεδίῳ, καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τῇ πόλει αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀνὰ μέσον Δωθαιμ καὶ Βαλαμων. |
|
4 | Judith had lived at home as a widow for three years and four months. | | καὶ ἦν Ιουδιθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας. |
|
5 | She set up a tent for herself on the roof of her house, and girded sackcloth about her loins and wore the garments of her widowhood. | | καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτῆς σάκκον, καὶ ἦν ἐπ' αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς. |
|
6 | She fasted all the days of her widowhood, except the day before the sabbath and the sabbath itself, the day before the new moon and the day of the new moon, and the feasts and days of rejoicing of the house of Israel. | | καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τῆς χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ νουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ισραηλ. |
|
7 | She was beautiful in appearance, and had a very lovely face; and her husband Manasseh had left her gold and silver, and men and women slaves, and cattle, and fields; and she maintained this estate. | | καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ ὑπελίπετο αὐτῇ Μανασσης ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς, καὶ ἔμενεν ἐπ' αὐτῶν. |
|
8 | No one spoke ill of her, for she feared God with great devotion. | | καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρόν, ὅτι ἐφοβεῖτο τὸν θεὸν σφόδρα. - |