|
6 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
6 1 | When the disturbance made by the men outside the council died down, Holofernes, the commander of the Assyrian army, said to Achior and all the Moabites in the presence of all the foreign contingents: | Holofernes' speech. Jdth.6.1-9 | καὶ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας, καὶ εἶπεν Ολοφέρνης ἀρχιστράτηγος δυνάμεως Ασσουρ πρὸς Αχιωρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων καὶ πρὸς πάντας υἱοὺς Μωαβ |
|
2 | "And who are you, Achior, and you hirelings of Ephraim, to prophesy among us as you have done today and tell us not to make war against the people of Israel because their God will defend them? Who is God except Nebuchadnezzar? | | Καὶ τίς εἶ σύ, Αχιωρ καὶ οἱ μισθωτοὶ τοῦ Εφραιμ, ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος Ισραηλ μὴ πολεμῆσαι, ὅτι ὁ θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν; καὶ τίς θεὸς εἰ μὴ Ναβουχοδονοσορ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ῥύσεται αὐτοὺς ὁ θεὸς αὐτῶν· |
|
3 | He will send his forces and will destroy them from the face of the earth, and their God will not deliver them - we the king's servants will destroy them as one man. They cannot resist the might of our cavalry. | | ἀλλ' ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν. |
|
4 | We will burn them up, and their mountains will be drunk with their blood, and their fields will be full of their dead. They cannot withstand us, but will utterly perish. So says King Nebuchadnezzar, the lord of the whole earth. For he has spoken; none of his words shall be in vain. | | κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται τῶν νεκρῶν αὐτῶν, καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λέγει ὁ βασιλεὺς Ναβουχοδονοσορ ὁ κύριος πάσης τῆς γῆς· εἶπεν γάρ, οὐ ματαιωθήσεται τὰ ῥήματα τῶν λόγων αὐτοῦ. |
|
5 | "But you, Achior, you Ammonite hireling, who have said these words on the day of your iniquity, you shall not see my face again from this day until I take revenge on this race that came out of Egypt. | | σὺ δέ, Αχιωρ μισθωτὲ τοῦ Αμμων, ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης, ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου· |
|
6 | Then the sword of my army and the spear of my servants shall pierce your sides, and you shall fall among their wounded, when I return. | | καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατιᾶς μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν, ὅταν ἐπιστρέψω. |
|
7 | Now my slaves are going to take you back into the hill country and put you in one of the cities beside the passes, | | καὶ ἀποκαταστήσουσίν σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσίν σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων, |
|
8 | and you will not die until you perish along with them. | | καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολεθρευθῇς μετ' αὐτῶν. |
|
9 | If you really hope in your heart that they will not be taken, do not look downcast! I have spoken and none of my words shall fail." | | καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ συλλημφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ῥημάτων μου. - |