katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1 | The Israelite plan for defence. Jdth.4.1-8 | KNSB Contents | notes

4 katapi NEW STUDY BIBLE Passage Old Testament in Greek (Septuagint)

4 1By this time the people of Israel living in Judea heard of everything that Holofernes, the general of Nebuchadnezzar the king of the Assyrians, had done to the nations, and how he had plundered and destroyed all their temples; The Israelite plan for defence. Jdth.4.1-8Καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν τῇ Ιουδαίᾳ πάντα, ὅσα ἐποίησεν Ολοφέρνης τοῖς ἔθνεσιν ὁ ἀρχιστράτηγος Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν,
2they were therefore very greatly terrified at his approach, and were alarmed both for Jerusalem and for the temple of the Lord their God.  καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ καὶ περὶ Ιερουσαλημ καὶ τοῦ ναοῦ κυρίου θεοῦ αὐτῶν ἐταράχθησαν.
3For they had only recently returned from the captivity, and all the people of Judea were newly gathered together, and the sacred vessels and the altar and the temple had been consecrated after their profanation.  ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ιουδαίας, καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν.
4So they sent to every district of Samaria, and to Kona and Beth-horon and Belmain and Jericho and to Choba and Aesora and the valley of Salem,  καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρείας καὶ Κωνα καὶ Βαιθωρων καὶ Βελμαιν καὶ Ιεριχω καὶ εἰς Χωβα καὶ Αισωρα καὶ τὸν αὐλῶνα Σαλημ
5and immediately seized all the high hilltops and fortified the villages on them and stored up food in preparation for war - since their fields had recently been harvested.  καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐτείχισαν τὰς ἐν αὐτοῖς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα.
6And Joakim, the high priest, who was in Jerusalem at the time, wrote to the people of Bethulia and Betomesthaim, which faces Esdraelon opposite the plain near Dothan,  καὶ ἔγραψεν Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ιερουσαλημ, τοῖς κατοικοῦσι Βαιτυλουα καὶ Βαιτομεσθαιμ, ἥ ἐστιν ἀπέναντι Εσδρηλων κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθαιμ,
7ordering them to seize the passes up into the hills, since by them Judea could be invaded, and it was easy to stop any who tried to enter, for the approach was narrow, only wide enough for two men at the most.  λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρεινῆς, ὅτι δι' αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ιουδαίαν, καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας στενῆς τῆς προσβάσεως οὔσης ἐπ' ἄνδρας τοὺς πάντας δύο.
8So the Israelites did as Joakim the high priest and the senate of the whole people of Israel, in session at Jerusalem, had given order.  καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν αὐτοῖς Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ισραηλ, οἳ ἐκάθηντο ἐν Ιερουσαλημ. -