|
| 2 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 2 1 | In the eighteenth year, on the twenty-second day of the first month, there was talk in the palace of Nebuchadnezzar king of the Assyrians about carrying out his revenge on the whole region, just as he said. | War against the nations in the west. Jdth.2.1-13 | Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν. |
|
| 2 | He called together all his officers and all his nobles and set forth to them his secret plan and recounted fully, with his own lips, all the wickedness of the region; | | καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ καὶ ἔθετο μετ' αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ, |
|
| 3 | and it was decided that every one who had not obeyed his command should be destroyed. | | καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. |
|
| 4 | When he had finished setting forth his plan, Nebuchadnezzar king of the Assyrians called Holofernes, the chief general of his army, second only to himself, and said to him, | | καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ, ἐκάλεσεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων τὸν Ολοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ δεύτερον ὄντα μετ' αὐτὸν καὶ εἶπεν πρὸς αὐτόν |
|
| 5 | "Thus says the Great King, the lord of the whole earth: When you leave my presence, take with you men confident in their strength, to the number of one hundred and twenty thousand foot soldiers and twelve thousand cavalry. | | Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς Ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις χιλιάδας δέκα δύο, |
|
| 6 | Go and attack the whole west country, because they disobeyed my orders. | | καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου, |
|
| 7 | Tell them to prepare earth and water, for I am coming against them in my anger, and will cover the whole face of the earth with the feet of my armies, and will hand them over to be plundered by my troops, | | καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπ' αὐτοὺς καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶν τῆς δυνάμεώς μου καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς, |
|
| 8 | till their wounded shall fill their valleys, and every brook and river shall be filled with their dead, and overflow; | | καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσιν τὰς φάραγγας αὐτῶν, καὶ πᾶς χειμάρρους καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται· |
|
| 9 | and I will lead them away captive to the ends of the whole earth. | | καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς. |
|
| 10 | You shall go and seize all their territory for me in advance. They will yield themselves to you, and you shall hold them for me till the day of their punishment. | | σὺ δὲ ἐξελθὼν προκαταλήμψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσίν σοι ἑαυτούς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν· |
|
| 11 | But if they refuse, your eye shall not spare and you shall hand them over to slaughter and plunder throughout your whole region. | | ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου τοῦ δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου. |
|
| 12 | For as I live, and by the power of my kingdom, what I have spoken my hand will execute. | | ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου. |
|
| 13 | And you - take care not to transgress any of your sovereign's commands, but be sure to carry them out just as I have ordered you; and do not delay about it." | | καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά. |