|
11 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
16 | Then Tobit went out to meet his daughter-in-law at the gate of Nineveh, rejoicing and praising God. Those who saw him as he went were amazed because he could see. | Sarah's arrival. Tob.11.16-19 | Καὶ ἐξῆλθεν Τωβιτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τῇ πύλῃ Νινευη· καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον ὅτι ἔβλεψεν, καὶ Τωβιτ ἐξωμολογεῖτο ἐνώπιον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεός. |
|
16 | Then Tobit went out to meet his daughter-in-law at the gate of Nineveh, rejoicing and praising God. Those who saw him as he went were amazed because he could see. | Sarah's arrival. Tob.11.16-19 | Καὶ ἐξῆλθεν Τωβιθ εἰς ἀπάντησιν τῆς νύμφης αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν θεὸν πρὸς τὴν πύλην Νινευη· καὶ ἰδόντες αὐτὸν οἱ ἐν Νινευη πορευόμενον καὶ διαβαίνοντα αὐτὸν πάσῃ τῇ ἰσχύι αὐτοῦ καὶ ὑπὸ μηδενὸς χειραγωγούμενον ἐθαύμασαν, καὶ Τωβιθ ἐξωμολογεῖτο ἐναντίον αὐτῶν ὅτι ἠλέησεν αὐτὸν ὁ θεὸς καὶ ὅτι ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτοῦ. |
|
17 | And Tobit gave thanks before them that God had been merciful to him. When Tobit came near to Sarah his daughter-in-law, he blessed her, saying, "Welcome, daughter! Blessed is God who has brought you to us, and blessed are your father and your mother." So there was rejoicing among all his brethren in Nineveh. | | καὶ ὡς ἤγγισεν Τωβιτ Σαρρα τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων Ἔλθοις ὑγιαίνουσα, θύγατερ· εὐλογητὸς ὁ θεός, ὃς ἤγαγέν σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου. |
|
17 | And Tobit gave thanks before them that God had been merciful to him. When Tobit came near to Sarah his daughter-in-law, he blessed her, saying, "Welcome, daughter! Blessed is God who has brought you to us, and blessed are your father and your mother." So there was rejoicing among all his brethren in Nineveh. | | καὶ ἤγγισεν Τωβιθ Σαρρα τῇ γυναικὶ Τωβια τοῦ υἱοῦ αὐτοῦ καὶ εὐλόγησεν αὐτὴν καὶ εἶπεν αὐτῇ Εἰσέλθοις ὑγιαίνουσα, θύγατερ, καὶ εὐλογητὸς ὁ θεός σου, ὃς ἤγαγέν σε πρὸς ἡμᾶς, θύγατερ· καὶ εὐλογημένος ὁ πατήρ σου, καὶ εὐλογημένος Τωβιας ὁ υἱός μου, καὶ εὐλογημένη σύ, θύγατερ· εἴσελθε εἰς τὴν οἰκίαν σου ὑγιαίνουσα ἐν εὐλογίᾳ καὶ χαρᾷ, εἴσελθε, θύγατερ. |
|
18 | Ahikar and his nephew Nadab came, | | καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευη ἀδελφοῖς αὐτοῦ. |
|
19 | and Tobias' marriage was celebrated for seven days with great festivity. | | καὶ παρεγένετο Αχιαχαρος καὶ Νασβας ὁ ἐξάδελφος αὐτοῦ, καὶ ἤχθη ὁ γάμος Τωβια μετ' εὐφροσύνης ἑπτὰ ἡμέρας. |