|
11 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
10 | Tobit started toward the door, and stumbled. But his son ran to him | Tobit's cure. Tob.11.10-15 | καὶ Τωβιτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν, ὁ δὲ υἱὸς προσέδραμεν αὐτῷ |
|
11 | and took hold of his father, and he sprinkled the gall upon his father's eyes, saying, "Be of good cheer, father." | | καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων Θάρσει, πάτερ. |
|
12 | And when his eyes began to smart he rubbed them, | | ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐλεπίσθη ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα. |
|
13 | and the white films scaled off from the corners of his eyes. | | καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν |
|
14 | Then he saw his son and embraced him, and he wept and said, "Blessed are you, O God, and blessed is your name for ever, and blessed are all your holy angels. | | Εὐλογητὸς εἶ, ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι· ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με, ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου. |
|
14 | Then he saw his son and embraced him, and he wept and said, "Blessed are you, O God, and blessed is your name for ever, and blessed are all your holy angels. | | καὶ εἶπεν Εὐλογητὸς ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομα τὸ μέγα αὐτοῦ, καὶ εὐλογημένοι πάντες οἱ ἄγγελοι οἱ ἅγιοι αὐτοῦ· γένοιτο τὸ ὄνομα τὸ μέγα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ εὐλογητοὶ πάντες οἱ ἄγγελοι εἰς πάντας τοὺς αἰῶνας· ὅτι αὐτὸς ἐμαστίγωσέν με, καὶ ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου. |
|
15 | For you have afflicted me, but you have had mercy upon me; here I see my son Tobias!" And his son went in rejoicing, and he reported to his father the great things that had happened to him in Media. | | καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ. |
|
15 | For you have afflicted me, but you have had mercy upon me; here I see my son Tobias!" And his son went in rejoicing, and he reported to his father the great things that had happened to him in Media. | | καὶ εἰσῆλθεν Τωβιας χαίρων καὶ εὐλογῶν τὸν θεὸν ἐν ὅλῳ τῷ στόματι αὐτοῦ, καὶ ἐπέδειξεν Τωβιας τῷ πατρὶ αὐτοῦ ὅτι εὐοδώθη ἡ ὁδὸς αὐτοῦ, καὶ ὅτι ἐνήνοχεν ἀργύριον, καὶ ὡς ἔλαβεν Σαρραν τὴν θυγατέρα Ραγουηλ γυναῖκα, καὶ ὅτι ἰδοὺ παραγίνεται καὶ ἔστιν σύνεγγυς τῆς πύλης Νινευη. |