|
5 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
4 | So he went to look for a man; and he found Raphael, who was an angel, | Tobias & Tobit meet Raphael. Tob.5.4-21 | καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρεν τὸν Ραφαηλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει· |
|
5 | but Tobias did not know it. Tobias said to him, "Can you go with me to Rages in Media? Are you acquainted with that region?" | | καὶ εἶπεν αὐτῷ Εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων; |
|
6 | The angel replied, "I will go with you; I am familiar with the way, and I have stayed with our brother Gabael." | | καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην. |
|
6 | The angel replied, "I will go with you; I am familiar with the way, and I have stayed with our brother Gabael." | | καὶ εἶπεν αὐτῷ Ναί, πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας· πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας, καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἑκβατάνων εἰς Ῥάγα· κεῖνται γὰρ ἐν τῷ ὄρει. |
|
7 | Then Tobias said to him, "Wait for me, and I shall tell my father." | | καὶ εἶπεν αὐτῷ Τωβιας Ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί μου. |
|
8 | And he said to him, "Go, and do not delay." So he went in and said to his father, "I have found some one to go with me." He said, "Call him to me, so that I may learn to what tribe he belongs, and whether he is a reliable man to go with you." | | καὶ εἶπεν αὐτῷ Πορεύου καὶ μὴ χρονίσῃς. |
|
9 | So Tobias invited him in; he entered and they greeted each other. | | καὶ εἰσελθὼν εἶπεν τῷ πατρί Ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι. ὁ δὲ εἶπεν Φώνησον αὐτὸν πρός με, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ. |
|
9 | So Tobias invited him in; he entered and they greeted each other. | | καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ισραηλ. καὶ εἶπεν αὐτῷ Κάλεσόν μοι τὸν ἄνθρωπον, ὅπως ἐπιγνῶ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ, παιδίον. |
|
10 | Then Tobit said to him, "My brother, to what tribe and family do you belong? Tell me. " | | καὶ ἐκάλεσεν αὐτόν, καὶ εἰσῆλθεν, καὶ ἠσπάσαντο ἀλλήλους. |
|
10 | Then Tobit said to him, "My brother, to what tribe and family do you belong? Tell me. " | | καὶ ἐξῆλθεν Τωβιας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν αὐτῷ Νεανίσκε, ὁ πατὴρ καλεῖ σε. καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐχαιρέτισεν αὐτὸν Τωβιθ πρῶτος. καὶ εἶπεν αὐτῷ Χαίρειν σοι πολλὰ γένοιτο. καὶ ἀποκριθεὶς Τωβιθ εἶπεν αὐτῷ Τί μοι ἔτι ὑπάρχει χαίρειν; καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοῖς ὀφθαλμοῖς καὶ οὐ βλέπω τὸ φῶς τοῦ οὐρανοῦ, ἀλλ' ἐν τῷ σκότει κεῖμαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωροῦντες τὸ φῶς· ζῶν ἐγὼ ἐν νεκροῖς εἰμι, φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω. καὶ εἶπεν αὐτῷ Θάρσει, ἐγγὺς παρὰ τῷ θεῷ ἰάσασθαί σε, θάρσει. καὶ εἶπεν αὐτῷ Τωβιθ Τωβιας ὁ υἱός μου θέλει πορευθῆναι εἰς Μηδίαν· εἰ δυνήσῃ συνελθεῖν αὐτῷ καὶ ἀγαγεῖν αὐτόν; καὶ δώσω σοι τὸν μισθόν σου, ἄδελφε. καὶ εἶπεν αὐτῷ Δυνήσομαι πορευθῆναι μετ' αὐτοῦ, καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας, καὶ πολλάκις ᾠχόμην εἰς Μηδίαν καὶ διῆλθον πάντα τὰ πεδία αὐτῆς, καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτῆς ἐγὼ γινώσκω. |
|
11 | But he answered, "Are you looking for a tribe and a family or for a man whom you will pay to go with your son?" And Tobit said to him, "I should like to know, my brother, your people and your name." | | καὶ εἶπεν αὐτῷ Τωβιτ Ἄδελφε, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ; ὑπόδειξόν μοι. |
|
12 | He replied, "I am Azarias the son of the great Ananias, one of your relatives." | | καὶ εἶπεν αὐτῷ Φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβιτ Βούλομαι, ἄδελφε, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα. |
|
13 | Then Tobit said to him, "You are welcome, my brother. Do not be angry with me because I tried to learn your tribe and family. You are a relative of mine, of a good and noble lineage. For I used to know Ananias and Jathan, the sons of the great Shemaiah, when we went together to Jerusalem to worship and offered the first-born of our flocks and the tithes of our produce. They did not go astray in the error of our brethren. My brother, you come of good stock. | | ὁ δὲ εἶπεν Ἑγὼ Αζαριας Ανανιου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου. |
|
14 | But tell me, what wages am I to pay you - a drachma a day, and expenses for yourself as for my son? | | καὶ εἶπεν αὐτῷ Ὑγιαίνων ἔλθοις, ἄδελφε· καὶ μή μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ανανιαν καὶ Ιαθαν τοὺς υἱοὺς Σεμειου τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ιεροσόλυμα προσκυνεῖν ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν. ἐκ ῥίζης καλῆς εἶ, ἄδελφε. |
|
14 | But tell me, what wages am I to pay you - a drachma a day, and expenses for yourself as for my son? | | καὶ εἶπεν αὐτῷ Ὑγιαίνων ἔλθοις καὶ σῳζόμενος, ἄδελφε· καὶ μή μοι πικρανθῇς, ἄδελφε, ὅτι τὴν ἀλήθειαν ἐβουλόμην γνῶναι καὶ τὴν πατριάν σου. καὶ σὺ τυγχάνεις ἀδελφὸς ὤν, καὶ ἐκ γενεᾶς καλῆς καὶ ἀγαθῆς εἶ σύ· ἐγίνωσκον Ανανιαν καὶ Ναθαν τοὺς δύο υἱοὺς Σεμελιου τοῦ μεγάλου, καὶ αὐτοὶ συνεπορεύοντό μοι εἰς Ιερουσαλημ καὶ προσεκύνουν μετ' ἐμοῦ ἐκεῖ καὶ οὐκ ἐπλανήθησαν. οἱ ἀδελφοί σου ἄνθρωποι ἀγαθοί· ἐκ ῥίζης ἀγαθῆς εἶ σύ, καὶ χαίρων ἔλθοις. |
|
15 | And besides, I will add to your wages if you both return safe and sound." So they agreed to these terms. | | ἀλλ' εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι· δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου; |
|
16 | Then he said to Tobias, "Get ready for the journey, and good success to you both." So his son made the preparations for the journey. And his father said to him, "Go with this man; God who dwells in heaven will prosper your way, and may his angel attend you." So they both went out and departed, and the young man's dog was with them. | | καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε. |
|
17 | But Anna, his mother, began to weep, and said to Tobit, "Why have you sent our child away? Is he not the staff of our hands as he goes in and out before us? | | καὶ εὐδόκησαν οὕτως. καὶ εἶπεν πρὸς Τωβιαν Ἕτοιμος γίνου πρὸς τὴν ὁδόν· καὶ εὐοδωθείητε. καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν. καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ Πορεύου μετὰ τοῦ ἀνθρώπου· ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν. καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ ὁ κύων τοῦ παιδαρίου μετ' αὐτῶν. - |
|
17 | But Anna, his mother, began to weep, and said to Tobit, "Why have you sent our child away? Is he not the staff of our hands as he goes in and out before us? | | καὶ εἶπεν αὐτῷ ὅτι Πορεύσομαι μετ' αὐτοῦ· καὶ μὴ φοβηθῇς, ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ, διότι ἡ ὁδὸς ἀσφαλής. καὶ εἶπεν αὐτῷ Εὐλογία σοι γένοιτο, ἄδελφε. καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ Παιδίον, ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου, καὶ ὁ θεὸς ὁ ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας, καὶ ὁ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας, παιδίον. καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ εἶπεν αὐτῷ Τωβιθ Πορεύου ὑγιαίνων. - |
|
18 | Do not add money to money, but consider it as rubbish as compared to our child. | | ἔκλαυσεν δὲ Αννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιτ Τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν; |
|
19 | For the life that is given to us by the Lord is enough for us." | | ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο· |
|
20 | And Tobit said to her, "Do not worry, my sister; he will return safe and sound, and your eyes will see him. | | ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει. |
|
21 | For a good angel will go with him; his journey will be successful, and he will come back safe and sound." | | καὶ εἶπεν αὐτῇ Τωβιτ Μὴ λόγον ἔχε, ἀδελφή· ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν· |