|
| 3 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
| 11 | So she prayed by her window and said, "Blessed are you, O Lord my God, and blessed is your holy and honoured name for ever. May all your works praise you for ever. | Sarah's prayer. Tob.3.11-15 | καὶ ἐδεήθη πρὸς τῇ θυρίδι καὶ εἶπεν Εὐλογητὸς εἶ, κύριε ὁ θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας· εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα. |
|
| 12 | And now, O Lord, I have turned my eyes and my face toward you. | | καὶ νῦν, κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα· |
|
| 13 | Command that I be released from the earth and that I hear reproach no more. | | εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν. |
|
| 14 | You know, O Lord, that I am innocent of any sin with man, | | σὺ γινώσκεις, κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς |
|
| 15 | and that I did not stain my name or the name of my father in the land of my captivity. I am my father's only child, and he has no child to be his heir, no near kinsman or kinsman's son for whom I should keep myself as wife. Already seven husbands of mine are dead. Why should I live? But if it be not pleasing to you to take my life, command that respect be shown to me and pity be taken upon me, and that I hear reproach no more." | | καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον, ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπ' ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν. |
|
| 15 | and that I did not stain my name or the name of my father in the land of my captivity. I am my father's only child, and he has no child to be his heir, no near kinsman or kinsman's son for whom I should keep myself as wife. Already seven husbands of mine are dead. Why should I live? But if it be not pleasing to you to take my life, command that respect be shown to me and pity be taken upon me, and that I hear reproach no more." | | καὶ οὐχὶ ἐμόλυνά μου τὸ ὄνομα καὶ οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ ἕτερον τέκνον, ἵνα κληρονομήσῃ αὐτόν, οὐδὲ ἀδελφὸς αὐτῷ ἐγγὺς οὔτε συγγενὴς αὐτῷ ὑπάρχει, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά, καὶ ἵνα τί μοί ἐστιν ἔτι ζῆν; καὶ εἰ μή σοι δοκεῖ ἀποκτεῖναί με, κύριε, νῦν εἰσάκουσον ὀνειδισμόν μου. |