|
3 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
7 | On the same day, at Ecbatana in Media, it also happened that Sarah, the daughter of Raguel, was reproached by her father's maids, | Sarah's troubles. Tob.3.7-10 | Ἑν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ραγουηλ Σαρρα ἐν Ἑκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς, |
|
8 | because she had been given to seven husbands, and the evil demon Asmodeus had slain each of them before he had been with her as his wife. So the maids said to her, "Do you not know that you strangle your husbands? You already have had seven and have had no benefit from any of them. | | ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ Ασμοδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ' αὐτῆς ὡς ἐν γυναιξίν. καὶ εἶπαν αὐτῇ Οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας; ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτῶν οὐκ ὠνάσθης. |
|
8 | because she had been given to seven husbands, and the evil demon Asmodeus had slain each of them before he had been with her as his wife. So the maids said to her, "Do you not know that you strangle your husbands? You already have had seven and have had no benefit from any of them. | | διότι ἦν ἐκδεδομένη ἀνδράσιν ἑπτά, καὶ Ασμοδαῖος τὸ δαιμόνιον τὸ πονηρὸν ἀπέκτεννεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ' αὐτῆς, καθάπερ ἀποδεδειγμένον ἐστὶν ταῖς γυναιξίν. καὶ εἶπεν αὐτῇ ἡ παιδίσκη Σὺ εἶ ἡ ἀποκτέννουσα τοὺς ἄνδρας σου· ἰδοὺ ἤδη ἀπεκδέδοσαι ἑπτὰ ἀνδράσιν καὶ ἑνὸς αὐτῶν οὐκ ὠνομάσθης. |
|
9 | Why do you beat us? If they are dead, go with them! May we never see a son or daughter of yours!" | | τί ἡμᾶς μαστιγοῖς; εἰ ἀπέθαναν, βάδιζε μετ' αὐτῶν· μὴ ἴδοιμέν σου υἱὸν ἢ θυγατέρα εἰς τὸν αἰῶνα. |
|
10 | When she heard these things she was deeply grieved, even to the thought of hanging herself. But she said, "I am the only child of my father; if I do this, it will be a disgrace to him, and I shall bring his old age down in sorrow to the grave. | | ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι. καὶ εἶπεν Μία μέν εἰμι τῷ πατρί μου· ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἐστιν, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ' ὀδύνης εἰς ᾅδου. |
|
10 | When she heard these things she was deeply grieved, even to the thought of hanging herself. But she said, "I am the only child of my father; if I do this, it will be a disgrace to him, and I shall bring his old age down in sorrow to the grave. | | ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐλυπήθη ἐν τῇ ψυχῇ καὶ ἔκλαυσεν καὶ ἀναβᾶσα εἰς τὸ ὑπερῷον τοῦ πατρὸς αὐτῆς ἠθέλησεν ἀπάγξασθαι. καὶ πάλιν ἐλογίσατο καὶ λέγει Μήποτε ὀνειδίσωσιν τὸν πατέρα μου καὶ ἐροῦσιν αὐτῷ Μία σοι ὑπῆρχεν θυγάτηρ ἀγαπητὴ καὶ αὐτὴ ἀπήγξατο ἀπὸ τῶν κακῶν· καὶ κατάξω τὸ γῆρας τοῦ πατρός μου μετὰ λύπης εἰς ᾅδου· χρησιμώτερόν μοί ἐστιν μὴ ἀπάγξασθαι, ἀλλὰ δεηθῆναι τοῦ κυρίου ὅπως ἀποθάνω καὶ μηκέτι ὀνειδισμοὺς ἀκούσω ἐν τῇ ζωῇ μου. |