|
3 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
3 1 | Then in my grief I wept, and I prayed in anguish, saying, | Tobit's prayer. Tob.3.1-6 | καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ' ὀδύνης λέγων |
|
2 | "Righteous are you, O Lord; all your deeds and all they ways are mercy and truth, and you render true and righteous judgment for ever. | | Δίκαιος εἶ, κύριε, καὶ πάντα τὰ ἔργα σου καὶ πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα. |
|
3 | Remember me and look favourably upon me; do not punish me for my sins and for my unwitting offences and those which my fathers committed before you. | | μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ' ἐμέ· μή με ἐκδικήσῃς ταῖς ἁμαρτίαις μου καὶ τοῖς ἀγνοήμασίν μου καὶ τῶν πατέρων μου, ἃ ἥμαρτον ἐνώπιόν σου· |
|
4 | For they disobeyed your commandments, and you gave us over to plunder, captivity, and death; you made us a byword of reproach in all the nations among which we have been dispersed. | | παρήκουσαν γὰρ τῶν ἐντολῶν σου. ἔδωκας ἡμᾶς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμοῦ πᾶσιν τοῖς ἔθνεσιν, ἐν οἷς ἐσκορπίσμεθα. |
|
5 | And now your many judgments are true in exacting penalty from me for my sins and those of my fathers, because we did not keep your commandments. For we did not walk in truth before you. | | καὶ νῦν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναὶ ἐξ ἐμοῦ ποιῆσαι περὶ τῶν ἁμαρτιῶν μου καὶ τῶν πατέρων μου, ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου· οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθείᾳ ἐνώπιόν σου. |
|
6 | And now deal with me according to your pleasure; command my spirit to be taken up, that I may depart and become dust. For it is better for me to die than to live, because I have heard false reproaches, and great is the sorrow within me. Command that I now be released from my distress to go to the eternal abode; do not turn your face away from me." | | καὶ νῦν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ' ἐμοῦ· ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου, ὅπως ἀπολυθῶ καὶ γένωμαι γῆ· διότι λυσιτελεῖ μοι ἀποθανεῖν ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί· ἐπίταξον ἀπολυθῆναί με τῆς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. |
|
6 | And now deal with me according to your pleasure; command my spirit to be taken up, that I may depart and become dust. For it is better for me to die than to live, because I have heard false reproaches, and great is the sorrow within me. Command that I now be released from my distress to go to the eternal abode; do not turn your face away from me." | | καὶ νῦν κατὰ τὸ ἀρεστόν σου ποίησον μετ' ἐμοῦ καὶ ἐπίταξον ἀναλαβεῖν τὸ πνεῦμά μου ἐξ ἐμοῦ, ὅπως ἀπολυθῶ ἀπὸ προσώπου τῆς γῆς καὶ γένωμαι γῆ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα, καὶ λύπη πολλὴ μετ' ἐμοῦ. κύριε, ἐπίταξον ὅπως ἀπολυθῶ ἀπὸ τῆς ἀνάγκης ταύτης, ἀπόλυσόν με εἰς τὸν τόπον τὸν αἰώνιον καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, κύριε, ἀπ' ἐμοῦ· διὸ λυσιτελεῖ μοι ἀποθανεῖν μᾶλλον ἢ βλέπειν ἀνάγκην πολλὴν ἐν τῇ ζωῇ μου καὶ μὴ ἀκούειν ὀνειδισμούς. |