|
1 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
16 | In the days of Shalmaneser I performed many acts of charity to my brethren. | Tobit buries the dead. Tob.1.16-20 | καὶ ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου· |
|
17 | I would give my bread to the hungry and my clothing to the naked; and if I saw any one of my people dead and thrown out behind the wall of Nineveh, I would bury him. | | τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ τὰ ἱμάτιά μου τοῖς γυμνοῖς, καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη, ἔθαπτον αὐτόν. |
|
18 | And if Sennacherib the king put to death any who came fleeing from Judea, I buried them secretly. For in his anger he put many to death. When the bodies were sought by the king, they were not found. | | καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὁ βασιλεύς, ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ιουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη. |
|
18 | And if Sennacherib the king put to death any who came fleeing from Judea, I buried them secretly. For in his anger he put many to death. When the bodies were sought by the king, they were not found. | | καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ, ὅτε ἀπῆλθεν φεύγων ἐκ τῆς Ιουδαίας ἐν ἡμέραις τῆς κρίσεως, ἧς ἐποίησεν ἐξ αὐτοῦ ὁ βασιλεὺς τοῦ οὐρανοῦ περὶ τῶν βλασφημιῶν, ὧν ἐβλασφήμησεν, ἔθαψα· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ, καὶ ἔκλεπτον τὰ σώματα αὐτῶν καὶ ἔθαπτον· καὶ ἐζήτησεν αὐτὰ Σενναχηριμ καὶ οὐχ εὗρεν αὐτά. |
|
19 | Then one of the men of Nineveh went and informed the king about me, that I was burying them; so I hid myself. When I learned that I was being searched for, to be put to death, I left home in fear. | | πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευη ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα. |
|
20 | Then all my property was confiscated and nothing was left to me except my wife Anna and my son Tobias. | | καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Αννας τῆς γυναικός μου καὶ Τωβιου τοῦ υἱοῦ μου. |