|
1 |
katapi NEW STUDY BIBLE |
Passage |
Old Testament in Greek (Septuagint) |
|
|
6 | But I alone went often to Jerusalem for the feasts, as it is ordained for all Israel by an everlasting decree. Taking the first fruits and the tithes of my produce and the first shearings, I would give these to the priests, the sons of Aaron, at the altar. | Tobit's faithfulness. Tob.1.6-8 | κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς Ιεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ Ισραηλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων· |
|
7 | Of all my produce I would give a tenth to the sons of Levi who ministered at Jerusalem; a second tenth I would sell, and I would go and spend the proceeds each year at Jerusalem; | | καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων πρὸς τὸ θυσιαστήριον πάντων τῶν γενημάτων· τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευι τοῖς θεραπεύουσιν ἐν Ιερουσαλημ. καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιεροσολύμοις καθ' ἕκαστον ἐνιαυτόν. |
|
7 | Of all my produce I would give a tenth to the sons of Levi who ministered at Jerusalem; a second tenth I would sell, and I would go and spend the proceeds each year at Jerusalem; | | καὶ ἐδίδουν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ααρων πρὸς τὸ θυσιαστήριον καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ ἐλαίου καὶ ῥοῶν καὶ τῶν σύκων καὶ τῶν λοιπῶν ἀκροδρύων τοῖς υἱοῖς Λευι τοῖς θεραπεύουσιν ἐν Ιερουσαλημ. καὶ τὴν δεκάτην τὴν δευτέραν ἀπεδεκάτιζον ἀργυρίῳ τῶν ἓξ ἐτῶν καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιερουσαλημ καθ' ἕκαστον ἐνιαυτόν. |
|
8 | the third tenth I would give to those to whom it was my duty, as Deborah my father's mother had commanded me, for I was left an orphan by my father. | | καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββωρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου. |
|
8 | the third tenth I would give to those to whom it was my duty, as Deborah my father's mother had commanded me, for I was left an orphan by my father. | | καὶ ἐδίδουν αὐτὰ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις καὶ προσηλύτοις τοῖς προσκειμένοις τοῖς υἱοῖς Ισραηλ εἰσέφερον καὶ ἐδίδουν αὐτοῖς ἐν τῷ τρίτῳ ἔτει καὶ ἠσθίομεν αὐτὰ κατὰ τὸ πρόσταγμα τὸ προστεταγμένον περὶ αὐτῶν ἐν τῷ νόμῳ Μωσῆ καὶ κατὰ τὰς ἐντολάς, ἃς ἐνετείλατο Δεββωρα ἡ μήτηρ Ανανιηλ τοῦ πατρὸς ἡμῶν, ὅτι ὀρφανὸν κατέλιπέν με ὁ πατὴρ καὶ ἀπέθανεν. |