| Revised Standard Version | << 3 Maccabees:2 >> | LXX | |
| 1 | Then the high priest Simon, facing the sanctuary, bending his knees and extending his hands with calm dignity, prayed as follows: | Ὁ μὲν οὖν ἀρχιερεὺς Σιμων ἐξ ἐναντίας τοῦ ναοῦ κάμψας τὰ γόνατα καὶ τὰς χεῖρας προτείνας εὐτάκτως ἐποιήσατο τὴν δέησιν τοιαύτην | |
| 2 | "Lord, Lord, king of the heavens, and sovereign of all creation, holy among the holy ones, the only ruler, almighty, give attention to us who are suffering grievously from an impious and profane man, puffed up in his audacity and power. | Κύριε κύριε, βασιλεῦ τῶν οὐρανῶν καὶ δέσποτα πάσης κτίσεως, ἅγιε ἐν ἁγίοις, μόναρχε, παντοκράτωρ, πρόσχες ἡμῖν καταπονουμένοις ὑπὸ ἀνοσίου καὶ βεβήλου θράσει καὶ σθένει πεφρυαγμένου. | |
| 3 | For you, the creator of all things and the governor of all, are a just Ruler, and you judge those who have done anything in insolence and arrogance. | σὺ γὰρ ὁ κτίσας τὰ πάντα καὶ τῶν ὅλων ἐπικρατῶν δυνάστης δίκαιος εἶ καὶ τοὺς ὕβρει καὶ ἀγερωχίᾳ τι πράσσοντας κρίνεις. | |
| 4 | You destroyed those who in the past committed injustice, among whom were even giants who trusted in their strength and boldness, whom you destroyed by bringing upon them a boundless flood. | σὺ τοὺς ἔμπροσθεν ἀδικίαν ποιήσαντας, ἐν οἷς καὶ γίγαντες ἦσαν ῥώμῃ καὶ θράσει πεποιθότες, διέφθειρας ἐπαγαγὼν αὐτοῖς ἀμέτρητον ὕδωρ. | |
| 5 | You consumed with fire and sulphur the men of Sodom who acted arrogantly, who were notorious for their vices; and you made them an example to those who should come afterward. | σὺ τοὺς ὑπερηφανίαν ἐργαζομένους Σοδομίτας διαδήλους ταῖς κακίαις γενομένους πυρὶ καὶ θείῳ κατέφλεξας παράδειγμα τοῖς ἐπιγινομένοις καταστήσας. | |
| 6 | You made known your mighty power by inflicting many and varied punishments on the audacious Pharaoh who had enslaved your holy people Israel. | σὺ τὸν θρασὺν Φαραω καταδουλωσάμενον τὸν λαόν σου τὸν ἅγιον Ισραηλ ποικίλαις καὶ πολλαῖς δοκιμάσας τιμωρίαις ἐγνώρισας τὴν σὴν δύναμιν, ἐφ' οἷς ἐγνώρισας τὸ μέγα σου κράτος· | |
| 7 | And when he pursued them with chariots and a mass of troops, you overwhelmed him in the depths of the sea, but carried through safely those who had put their confidence in you, the Ruler over the whole creation. | καὶ ἐπιδιώξαντα αὐτὸν σὺν ἅρμασιν καὶ ὄχλων πλήθει ἐπέκλυσας βάθει θαλάσσης, τοὺς δὲ ἐμπιστεύσαντας ἐπὶ σοὶ τῷ τῆς ἁπάσης κτίσεως δυναστεύοντι σώους διεκόμισας, | |
| 8 | And when they had seen works of your hands, they praised you, the Almighty. | οἳ καὶ συνιδόντες ἔργα σῆς χειρὸς ᾔνεσάν σε τὸν παντοκράτορα. | |
| 9 | You, O King, when you had created the boundless and immeasurable earth, chose this city and sanctified this place for your name, though you have no need of anything; and when you had glorified it by your magnificent manifestation, you made it a firm foundation for the glory of your great and honored name. | σύ, βασιλεῦ, κτίσας τὴν ἀπέραντον καὶ ἀμέτρητον γῆν ἐξελέξω τὴν πόλιν ταύτην καὶ ἡγίασας τὸν τόπον τοῦτον εἰς ὄνομά σοι τῷ τῶν ἁπάντων ἀπροσδεεῖ καὶ παρεδόξασας ἐν ἐπιφανείᾳ μεγαλοπρεπεῖ σύστασιν ποιησάμενος αὐτοῦ πρὸς δόξαν τοῦ μεγάλου καὶ ἐντίμου ὀνόματός σου. | |
| 10 | And because you love the house of Israel, you promised that if we should have reverses, and tribulation should overtake us, you would listen to our petition when we come to this place and pray. | καὶ ἀγαπῶν τὸν οἶκον τοῦ Ισραηλ ἐπηγγείλω διότι, ἐὰν γένηται ἡμῶν ἀποστροφὴ καὶ καταλάβῃ ἡμᾶς στενοχωρία καὶ ἐλθόντες εἰς τὸν τόπον τοῦτον δεηθῶμεν, εἰσακούσῃ τῆς δεήσεως ἡμῶν. | |
| 11 | And indeed you are faithful and true. | καὶ δὴ πιστὸς εἶ καὶ ἀληθινός. | |
| 12 | And because oftentimes when our fathers were oppressed you helped them in their humiliation, and rescued them from great evils, | ἐπεὶ δὲ πλεονάκις θλιβέντων τῶν πατέρων ἡμῶν ἐβοήθησας αὐτοῖς ἐν τῇ ταπεινώσει καὶ ἐρρύσω αὐτοὺς ἐκ μεγάλων κακῶν, | |
| 13 | see now, O holy King, that because of our many and great sins we are crushed with suffering, subjected to our enemies, and overtaken by helplessness. | ἰδοὺ δὲ νῦν, ἅγιε βασιλεῦ, διὰ τὰς πολλὰς καὶ μεγάλας ἡμῶν ἁμαρτίας καταπονούμεθα καὶ ὑπετάγημεν τοῖς ἐχθροῖς ἡμῶν καὶ παρείμεθα ἐν ἀδυναμίαις. | |
| 14 | In our downfall this audacious and profane man undertakes to violate the holy place on earth dedicated to your glorious name. | ἐν δὲ τῇ ἡμετέρᾳ καταπτώσει ὁ θρασὺς καὶ βέβηλος οὗτος ἐπιτηδεύει καθυβρίσαι τὸν ἐπὶ τῆς γῆς ἀναδεδειγμένον τῷ ὀνόματι τῆς δόξης σου ἅγιον τόπον. | |
| 15 | For your dwelling, the heaven of heavens, is unapproachable by man. | τὸ μὲν γὰρ κατοικητήριόν σου οὐρανὸς τοῦ οὐρανοῦ ἀνέφικτος ἀνθρώποις ἐστίν. | |
| 16 | But because you graciously bestowed your glory upon your people Israel, you sanctified this place. | ἀλλὰ ἐπεὶ εὐδοκήσας τὴν δόξαν σου ἐν τῷ λαῷ σου Ισραηλ ἡγίασας τὸν τόπον τοῦτον, | |
| 17 | Do not punish us for the defilement committed by these men, or call us to account for this profanation, lest the transgressors boast in their wrath or exult in the arrogance of their tongue, saying, | μὴ ἐκδικήσῃς ἡμᾶς ἐν τῇ τούτων ἀκαθαρσίᾳ μηδὲ εὐθύνῃς ἡμᾶς ἐν βεβηλώσει, ἵνα μὴ καυχήσωνται οἱ παράνομοι ἐν θυμῷ αὐτῶν μηδὲ ἀγαλλιάσωνται ἐν ὑπερηφανίᾳ γλώσσης αὐτῶν λέγοντες | |
| 18 | `We have trampled down the house of the sanctuary as offensive houses are trampled down.' | Ἡμεῖς κατεπατήσαμεν τὸν οἶκον τοῦ ἁγιασμοῦ, ὡς καταπατοῦνται οἱ οἶκοι τῶν προσοχθισμάτων. | |
| 19 | Wipe away our sins and disperse our errors, and reveal your mercy at this hour. | ἀπάλειψον τὰς ἁμαρτίας ἡμῶν καὶ διασκέδασον τὰς ἀμβλακίας ἡμῶν καὶ ἐπίφανον τὸ ἔλεός σου κατὰ τὴν ὥραν ταύτην. | |
| 20 | Speedily let your mercies overtake us, and put praises in the mouth of those who are downcast and broken in spirit, and give us peace." | ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, καὶ δὸς αἰνέσεις ἐν τῷ στόματι τῶν καταπεπτωκότων καὶ συντετριμμένων τὰς ψυχὰς ποιήσας ἡμῖν εἰρήνην. | |
| 21 | Thereupon God, who oversees all things, the first Father of all, holy among the holy ones, having heard the lawful supplication, scourged him who had exalted himself in insolence and audacity. | Ἑνταῦθα ὁ πάντων ἐπόπτης θεὸς καὶ προπάτωρ ἅγιος ἐν ἁγίοις εἰσακούσας τῆς ἐνθέσμου λιτανείας, τὸν ὕβρει καὶ θράσει μεγάλως ἐπηρμένον ἐμάστιξεν αὐτὸν | |
| 22 | He shook him on this side and that as a reed is shaken by the wind, so that he lay helpless on the ground and, besides being paralyzed in his limbs, was unable even to speak, since he was smitten by a righteous judgment. | ἔνθεν καὶ ἔνθεν κραδάνας αὐτὸν ὡς κάλαμον ὑπὸ ἀνέμου ὥστε κατ' ἐδάφους ἄπρακτον, ἔτι καὶ τοῖς μέλεσιν παραλελυμένον μηδὲ φωνῆσαι δύνασθαι δικαίᾳ περιπεπληγμένον κρίσει. | |
| 23 | Then both friends and bodyguards, seeing the severe punishment that had overtaken him, and fearing lest he should lose his life, quickly dragged him out, panic-stricken in their exceedingly great fear. | ὅθεν οἵ τε φίλοι καὶ σωματοφύλακες ὀξεῖαν ἰδόντες τὴν καταλαβοῦσαν αὐτὸν εὔθυναν φοβούμενοι μὴ καὶ τὸ ζῆν ἐκλείπῃ, ταχέως αὐτὸν ἐξείλκυσαν ὑπερβάλλοντι καταπεπληγμένοι φόβῳ. | |
| 24 | After a while he recovered, and though he had been punished, he by no means repented, but went away uttering bitter threats. | ἐν χρόνῳ δὲ ὕστερον ἀναλεξάμενος αὑτὸν οὐδαμῶς εἰς μετάμελον ἦλθεν ἐπιτιμηθείς, ἀπειλὰς δὲ πικρὰς θέμενος ἀνέλυσεν. | |
| 25 | When he arrived in Egypt, he increased in his deeds of malice, abetted by the previously mentioned drinking companions and comrades, who were strangers to everything just. | Διακομισθεὶς δὲ εἰς τὴν Αἴγυπτον καὶ τὰ τῆς κακίας ἐπαύξων διά τε τῶν προαποδεδειγμένων συμποτῶν καὶ ἑταίρων τοῦ παντὸς δικαίου κεχωρισμένων | |
| 26 | He was not content with his uncounted licentious deeds, but he also continued with such audacity that he framed evil reports in the various localities; and many of his friends, intently observing the king's purpose, themselves also followed his will. | οὐ μόνον ταῖς ἀναριθμήτοις ἀσελγείαις διηρκέσθη, ἀλλὰ καὶ ἐπὶ τοσοῦτον θράσους προῆλθεν ὥστε δυσφημίας ἐν τοῖς τόποις συνίστασθαι καὶ πολλοὺς τῶν φίλων ἀτενίζοντας εἰς τὴν τοῦ βασιλέως πρόθεσιν καὶ αὐτοὺς ἕπεσθαι τῇ ἐκείνου θελήσει. | |
| 27 | He proposed to inflict public disgrace upon the Jewish community, and he set up a stone on the tower in the courtyard with this inscription: | προέθετο δημοσίᾳ κατὰ τοῦ ἔθνους διαδοῦναι ψόγον· ἐπὶ τοῦ κατὰ τὴν αὐλὴν πύργου στήλην ἀναστήσας ἐκόλαψεν γραφὴν | |
| 28 | "None of those who do not sacrifice shall enter their sanctuaries, and all Jews shall be subjected to a registration involving poll tax and to the status of slaves. Those who object to this are to be taken by force and put to death; | μηδένα τῶν μὴ θυόντων εἰς τὰ ἱερὰ αὐτῶν εἰσιέναι, πάντας δὲ τοὺς Ιουδαίους εἰς λαογραφίαν καὶ οἰκετικὴν διάθεσιν ἀχθῆναι, τοὺς δὲ ἀντιλέγοντας βίᾳ φερομένους τοῦ ζῆν μεταστῆσαι, | |
| 29 | those who are registered are also to be branded on their bodies by fire with the ivy-leaf symbol of Dionysus, and they shall also be reduced to their former limited status." | τούς τε ἀπογραφομένους χαράσσεσθαι καὶ διὰ πυρὸς εἰς τὸ σῶμα παρασήμῳ Διονύσου κισσοφύλλῳ, οὓς καὶ καταχωρίσαι εἰς τὴν προσυνεσταλμένην αὐθεντίαν. | |
| 30 | In order that he might not appear to be an enemy to all, he inscribed below: "But if any of them prefer to join those who have been initiated into the mysteries, they shall have equal citizenship with the Alexandrians." | ἵνα δὲ μὴ τοῖς πᾶσιν ἀπεχθόμενος φαίνηται, ὑπέγραψεν Ἑὰν δέ τινες ἐξ αὐτῶν προαιρῶνται ἐν τοῖς κατὰ τὰς τελετὰς μεμυημένοις ἀναστρέφεσθαι, τούτους ἰσοπολίτας Ἀλεξανδρεῦσιν εἶναι. | |
| 31 | Now some, however, with an obvious abhorrence of the price to be exacted for maintaining the religion of their city, readily gave themselves up, since they expected to enhance their reputation by their future association with the king. | Ἔνιοι μὲν οὖν ἐπιπολαίως τὰς τῆς πόλεως εὐσεβείας ἐπιβάθρας στυγοῦντες εὐχερῶς ἑαυτοὺς ἐδίδοσαν ὡς μεγάλης τινὸς κοινωνήσοντες εὐκλείας ἀπὸ τῆς ἐσομένης τῷ βασιλεῖ συναναστροφῆς. | |
| 32 | But the majority acted firmly with a courageous spirit and did not depart from their religion; and by paying money in exchange for life they confidently attempted to save themselves from the registration. | οἱ δὲ πλεῖστοι γενναίᾳ ψυχῇ ἐνίσχυσαν καὶ οὐ διέστησαν τῆς εὐσεβείας τά τε χρήματα περὶ τοῦ ζῆν ἀντικαταλλασσόμενοι ἀδεῶς ἐπειρῶντο ἑαυτοὺς ῥύσασθαι ἐκ τῶν ἀπογραφῶν· | |
| 33 | They remained resolutely hopeful of obtaining help, and they abhorred those who separated themselves from them, considering them to be enemies of the Jewish nation, and depriving them of common fellowship and mutual help. | εὐέλπιδές τε καθειστήκεισαν ἀντιλήμψεως τεύξασθαι καὶ τοὺς ἀποχωροῦντας ἐξ αὐτῶν ἐβδελύσσοντο καὶ ὡς πολεμίους τοῦ ἔθνους ἔκρινον καὶ τῆς κοινῆς συναναστροφῆς καὶ εὐχρηστίας ἐστέρουν. | |
| << | 3 Maccabees: 2 | >> | |||
|---|---|---|---|