|
| |
katapi NEW STUDY BIBLE |
<< Esther:13 >> |
LXX |
|
| 1 |
This is a copy of the letter: "The Great King, Artaxerxes, to the rulers of the hundred and twenty-seven provinces from India to Ethiopia and to the governors under them, writes thus: | Xerxes' proclamation against the Jews. Est.13.1-7 | τῆς δὲ ἐπιστολῆς ἐστιν τὸ ἀντίγραφον τόδε Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει. |
| 2 |
"Having become ruler of many nations and master of the whole world, not elated with presumption of authority but always acting reasonably and with kindness, I have determined to settle the lives of my subjects in lasting tranquillity and, in order to make my kingdom peaceable and open to travel throughout all its extent, to re-establish the peace which all men desire. | | Πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης ἐβουλήθην, μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος, ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων, τοὺς τῶν ὑποτεταγμένων ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους, τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην. |
| 3 |
"When I asked my counselors how this might be accomplished, Haman, who excels among us in sound judgment, and is distinguished for his unchanging good will and steadfast fidelity, and has attained the second place in the kingdom, | | πυθομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας, σωφροσύνῃ παρ' ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Αμαν |
| 4 |
pointed out to us that among all the nations in the world there is scattered a certain, hostile people, who have laws contrary to those of every other nation and continually disregard the ordinances of the kings, so that the unifying of the kingdom which we honourably intend cannot be brought about. | | ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμεῖχθαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφ' ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν. |
| 5 |
We understand that this people, and it alone, stands constantly in opposition to all men, perversely following a strange manner of life and laws, and is ill-disposed to our government, doing all the harm they can so that our kingdom may not attain stability. | | διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνθρώπῳ κείμενον διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν· |
| 6 |
"Therefore we have decreed that those indicated to you in the letters of Haman, who is in charge of affairs and is our second father, shall all, with their wives and children, be utterly destroyed by the sword of their enemies, without pity or mercy, on the fourteenth day of the twelfth month, Adar, of this present year, | | προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Αμαν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Αδαρ τοῦ ἐνεστῶτος ἔτους, |
| 7 |
so that those who have long been and are now hostile may in one day go down in violence to Hades, and leave our government completely secure and untroubled hereafter." | | ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα. - |
| 8 |
Then Mordecai prayed to the Lord, calling to remembrance all the works of the Lord. He said: | Mordecai's prayer. Est.13.8-14.19 | καὶ ἐδεήθη κυρίου μνημονεύων πάντα τὰ ἔργα Κυρίου, |
| 9 |
"O Lord, Lord, King who rules over all things, for the universe is in your power and there is no one who can oppose you if it is your will to save Israel. | | καὶ εἶπεν Κύριε κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ισραηλ· |
| 10 |
For you have made heaven and earth and every wonderful thing under heaven, | | ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ' οὐρανὸν, |
| 11 |
and you are Lord of all, and there is no one who can resist you, who are the Lord. | | καὶ κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ. |
| 12 |
You know all things; you know, O Lord, that it was not in insolence or pride or for any love of glory that I did this, and refused to bow down to this proud Haman. | | σὺ πάντα γινώσκεις· σὺ οἶδας, κύριε, ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Αμαν, |
| 13 |
For I would have been willing to kiss the soles of his feet, to save Israel! | | ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ισραηλ· |
| 14 |
But I did this, that I might not set the glory of man above the glory of God, and I will not bow down to any one but to you, who are my Lord; and I will not do these things in pride. | | ἀλλὰ ἐποίησα τοῦτο, ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ, καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ. |
| 15 |
And now, O Lord God and King, God of Abraham, spare your people; for the eyes of our foes are upon us to annihilate us, and they desire to destroy the inheritance that has been yours from the beginning. | | καὶ νῦν, κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Αβρααμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου· |
| 16 |
Do not neglect your portion, which you redeemed for yourself out of the land of Egypt. | | μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου· |
| 17 |
Hear my prayer, and have mercy upon your inheritance turn our mourning into feasting, that we may live and sing praise to your name, O Lord; do not destroy the mouth of those who praise you." | | ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι. - |
| 18 |
And all Israel cried out mightily, for their death was before their eyes. | | καὶ πᾶς Ισραηλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν. |
| |
|
<< | Esther: 13 | >> |
|