katapi NEW STUDY BIBLE | 2 John:1 | Novum Testamentum Graece (UBS.Ed.26) | ||
1 | The elder to the elect lady and her children, whom I love in the truth, and not only I but also all who know the truth, | Salutation 2Jn.1.1-3 | Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, | |
2 | because of the truth which abides in us and will be with us for ever: | διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ' ἡμῶν ἐσται εἰς τὸν αἰῶνα. | ||
3 | Grace, mercy, and peace will be with us, from God the Father and from Jesus Christ the Father's Son, in truth and love. | ἐσται μεθ' ἡμῶν χάρις ἐλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. | ||
4 | I rejoiced greatly to find some of your children following the truth, just as we have been commanded by the Father. | Truth and Love 2Jn.1.4-11 | Ἐχάρην λίαν ὅτι εὑρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. | |
5 | And now I beg you, lady, not as though I were writing you a new commandment, but the one we have had from the beginning, that we love one another. | καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι ἀλλὰ ἣν εἰχομεν ἀπ' ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. | ||
6 | And this is love, that we follow his commandments; this is the commandment, as you have heard from the beginning, that you follow love. | καὶ αὑτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὑτη ἡ ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπ' ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. | ||
7 | For many deceivers have gone out into the world, men who will not acknowledge the coming of Jesus Christ in the flesh; such a one is the deceiver and the antichrist. | ὁτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίΧριστος. | ||
8 | Look to yourselves, that you may not lose what you have worked for, but may win a full reward. | βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσητε ἂ εἰργασάμεθα ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε. | ||
9 | Anyone who goes ahead and does not abide in the doctrine of Christ does not have God; he who abides in the doctrine has both the Father and the Son. | πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἐχει· ὁ μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἐχει. | ||
10 | If anyone comes to you and does not bring this doctrine, do not receive him into the house or give him any greeting; | εἰ τις ἐρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· | ||
11 | for he who greets him shares his wicked work. | ὁ λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἐργοις αὐτοῦ τοῖς πονηροῖς. | ||
12 | Though I have much to write to you, I would rather not use paper and ink, but I hope to come to see you and talk with you face to face, so that our joy may be complete. | Final Greetings 2Jn.1.12-13 | Πολλὰ ἐχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν πεπληρωμένη ᾖ. | |
13 | The children of your elect sister greet you. | Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. | ||
| 2 John: 1 | |
---|