|
| katapi NEW STUDY BIBLE | 1 John:4 | Novum Testamentum Graece (UBS.Ed.26) |
|
|
1 |
Beloved, do not believe every spirit, but test the spirits to see whether they are of God; for many false prophets have gone out into the world. | The Spirit of God and the Spirit of Antichrist 1Jn.4.1-6 | Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. |
2 |
By this you know the Spirit of God: every spirit which confesses that Jesus Christ has come in the flesh is of God, | | ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ θεοῦ· πᾶν Πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν, |
3 |
and every spirit which does not confess Jesus is not of God. This is the spirit of antichrist, of which you heard that it was coming, and now it is in the world already. | | καὶ πᾶν Πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἐστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἐρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἠδη. |
4 |
Little children, you are of God, and have overcome them; for he who is in you is greater than he who is in the world. | | ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. |
5 |
They are of the world, therefore what they say is of the world, and the world listens to them. | | αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει. |
6 |
We are of God. Whoever knows God listens to us, and he who is not of God does not listen to us. By this we know the spirit of truth and the spirit of error. | | ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἐστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ Πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. |
7 |
Beloved, let us love one another; for love is of God, and he who loves is born of God and knows God. | God is Love 1Jn.4.7-21 | Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν. |
8 |
He who does not love does not know God; for God is love. | | ὁ μὴ ἀγαπῶν οὐκ ἐγνω τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. |
9 |
In this the love of God was made manifest among us, that God sent his only Son into the world, so that we might live through him. | | ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δῖ αὐτοῦ. |
10 |
In this is love, not that we loved God but that he loved us and sent his Son to be the expiation for our sins. | | ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν, ἀλλ' ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἀμαρτιῶν ἡμῶν. |
11 |
Beloved, if God so loved us, we also ought to love one another. | | Ἀγαπητοί, εἰ οὑτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. |
12 |
No man has ever seen God; if we love one another, God abides in us and his love is perfected in us. | | θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστιν. |
13 |
By this we know that we abide in him and he in us, because he has given us of his own Spirit. | | Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. |
14 |
And we have seen and testify that the Father has sent his Son as the Saviour of the world. | | καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. |
15 |
Whoever confesses that Jesus is the Son of God, God abides in him, and he in God. | | ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ. |
16 |
So we know and believe the love God has for us. God is love, and he who abides in love abides in God, and God abides in him. | | καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἐχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ μέν ει. |
17 |
In this is love perfected with us, that we may have confidence for the day of judgment, because as he is so are we in this world. | | ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ' ἡμῶν, ἵνα παρρησίαν ἐχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. |
18 |
There is no fear in love, but perfect love casts out fear. For fear has to do with punishment, and he who fears is not perfected in love. | | φόβος οὐκ ἐστιν ἐν τῇ ἀγάπῃ, ἀλλ' ἡ τελεία ἀγάπη ἐξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἐχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. |
19 |
We love, because he first loved us. | | ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. |
20 |
If anyone says, "I love God," and hates his brother, he is a liar; for he who does not love his brother whom he has seen, cannot love God whom he has not seen. | | ἐάν τις εἰπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν. |
21 |
And this commandment we have from him, that he who loves God should love his brother also. | | καὶ ταύτην τὴν ἐντολὴν ἐχομεν ἀπ' αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. |
|
|
<< | 1 John: 4 | >> |
|