katapi NEW STUDY BIBLE | James:1 | Novum Testamentum Graece (UBS.Ed.26) | ||
1 | JAMES, a servant of God and of the Lord Jesus Christ, To the twelve tribes in the Dispersion: Greeting. | Salutation Jas.1.1 | Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. | |
2 | Count it all joy, my brethren, when you meet various trials, | Faith and Wisdom Jas.1.2-8 | Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὁταν πειρασμοῖς περιπέσητε ποικίλοις, | |
3 | for you know that the testing of your faith produces steadfastness. | γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· | ||
4 | And let steadfastness have its full effect, that you may be perfect and complete, lacking in nothing. | ἡ δὲ ὑπομονὴ ἐργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. | ||
5 | If any of you lacks wisdom, let him ask God, who gives to all men generously and without reproaching, and it will be given him. | Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἀπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. | ||
6 | But let him ask in faith, with no doubting, for he who doubts is like a wave of the sea that is driven and tossed by the wind. | αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἐοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· | ||
7 | (7, 8) For that person must not suppose that a double-minded man, unstable in all his ways, will receive anything from the Lord. | μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου, | ||
8 | ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. | |||
9 | Let the lowly brother boast in his exaltation, | Poverty and Riches Jas.1.9-11 | Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὑψει αὐτοῦ, | |
10 | and the rich in his humiliation, because like the flower of the grass he will pass away. | ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἀνθος χόρτου παρελεύσεται. | ||
11 | For the sun rises with its scorching heat and withers the grass; its flower falls, and its beauty perishes. So will the rich man fade away in the midst of his pursuits. | ἀνέτειλεν γὰρ ὁ ἡλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἀνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὑτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. | ||
12 | Blessed is the man who endures trial, for when he has stood the test he will receive the crown of life which God has promised to those who love him. | Trial and Temptation Jas.1.12-18 | Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν. | |
13 | Let no one say when he is tempted, "I am tempted by God"; for God cannot be tempted with evil and he himself tempts no one; | μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. | ||
14 | but each person is tempted when he is lured and enticed by his own desire. | ἑκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος· | ||
15 | Then desire when it has conceived gives birth to sin; and sin when it is full-grown brings forth death. | εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἀμαρτίαν, ἡ δὲ ἀμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. | ||
16 | Do not be deceived, my beloved brethren. | Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί. | ||
17 | Every good endowment and every perfect gift is from above, coming down from the Father of lights with whom there is no variation or shadow due to change. | πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἀνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἐνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. | ||
18 | Of his own will he brought us forth by the word of truth that we should be a kind of first fruits of his creatures. | βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων. | ||
19 | Know this, my beloved brethren. Let every man be quick to hear, slow to speak, slow to anger, | Hearing and Doing the Word Jas.1.19-27 | Ἴστε, ἀδελφοί μου ἀγαπητοί. ἐστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· | |
20 | for the anger of man does not work the righteousness of God. | ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται. | ||
21 | Therefore put away all filthiness and rank growth of wickedness and receive with meekness the implanted word, which is able to save your souls. | διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἐμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν. | ||
22 | But be doers of the word, and not hearers only, deceiving yourselves. | Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς. | ||
23 | For if any one is a hearer of the word and not a doer, he is like a man who observes his natural face in a mirror; | ὅτι εἰ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἐοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· | ||
24 | for he observes himself and goes away and at once forgets what he was like. | κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. | ||
25 | But he who looks into the perfect law, the law of liberty, and perseveres, being no hearer that forgets but a doer that acts, he shall be blessed in his doing. | ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἐργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἐσται. | ||
26 | If any one thinks he is religious, and does not bridle his tongue but deceives his heart, this man's religion is vain. | Εἰ τις δοκεῖ θρησκὸς εἶναι, μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. | ||
27 | Religion that is pure and undefiled before God and the Father is this: to visit orphans and widows in their affliction, and to keep oneself unstained from the world. | θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὑτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἀσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου. | ||
| James: 1 | >> |
---|