katapi NEW STUDY BIBLE | Titus:1 | Novum Testamentum Graece (UBS.Ed.26) | ||
1 | Paul, a servant of God and an apostle of Jesus Christ, to further the faith of God's elect and their knowledge of the truth which accords with godliness, | Salutation Tt.1.1-4 | Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ' εὐσέβειαν | |
2 | in hope of eternal life which God, who never lies, promised ages ago | ἐπ' ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων, | ||
3 | and at the proper time manifested in his word through the preaching with which I have been entrusted by command of God our Saviour; | ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ, | ||
4 | To Titus, my true child in a common faith: Grace and peace from God the Father and Christ Jesus our Saviour. | Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν. | ||
5 | This is why I left you in Crete, that you might amend what was defective, and appoint elders in every town as I directed you, | Titus' Work in Crete Tt.1.5-16 | Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, | |
6 | if any man is blameless, the husband of one wife, and his children are believers and not open to the charge of being profligate or insubordinate. | εἰ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἐχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. | ||
7 | For a bishop, as God's steward, must be blameless; he must not be arrogant or quick-tempered or a drunkard or violent or greedy for gain, | δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, | ||
8 | but hospitable, a lover of goodness, master of himself, upright, holy, and self-controlled; | ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὁσιον, ἐγκρατῆ, | ||
9 | he must hold firm to the sure word as taught, so that he may be able to give instruction in sound doctrine and also to confute those who contradict it. | ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. | ||
10 | For there are many insubordinate men, empty talkers and deceivers, especially the circumcision party; | Εἰσὶν γὰρ πολλοὶ | ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,||
11 | they must be silenced, since they are upsetting whole families by teaching for base gain what they have no right to teach. | οὓς δεῖ ἐπιστομίζειν, οἱτινες ὁλους οἰκους ἀνατρέπουσιν διδάσκοντες ἂ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. | ||
12 | One of themselves, a prophet of their own, said, "Cretans are always liars, evil beasts, lazy gluttons." | εἶπέν τις ἐξ αὐτῶν, ἰδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. | ||
13 | This testimony is true. Therefore rebuke them sharply, that they may be sound in the faith, | ἡ μαρτυρία αὑτη ἐστὶν ἀληθής. δῖ ἣν αἰτίαν ἐλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, | ||
14 | instead of giving heed to Jewish myths or to commands of men who reject the truth. | μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. | ||
15 | To the pure all things are pure, but to the corrupt and unbelieving nothing is pure; their very minds and consciences are corrupted. | πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. | ||
16 | They profess to know God, but they deny him by their deeds; they are detestable, disobedient, unfit for any good deed. | θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἐργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἐργον ἀγαθὸν ἀδόκιμοι. | ||
| Titus: 1 | >> |
---|