katapi NEW STUDY BIBLE | 2 Timothy:4 | Novum Testamentum Graece (UBS.Ed.26) | ||
1 | I charge you in the presence of God and of Christ Jesus who is to judge the living and the dead, and by his appearing and his kingdom: | ΔιαμαρΤύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· | ||
2 | preach the word, be urgent in season and out of season, convince, rebuke, and exhort, be unfailing in patience and in teaching. | κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἐλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. | ||
3 | For the time is coming when people will not endure sound teaching, but having itching ears they will accumulate for themselves teachers to suit their own likings, | ἐσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, | ||
4 | and will turn away from listening to the truth and wander into myths. | καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. | ||
5 | As for you, always be steady, endure suffering, do the work of an evangelist, fulfil your ministry. | σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἐργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. | ||
6 | For I am already on the point of being sacrificed; the time of my departure has come. | Ἐγὼ γὰρ ἠδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου Ἐφέστηκεν. | ||
7 | I have fought the good fight, I have finished the race, I have kept the faith. | τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· | ||
8 | Henceforth there is laid up for me the crown of righteousness, which the Lord, the righteous judge, will award to me on that Day, and not only to me but also to all who have loved his appearing. | λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐ πιφάνειαν αὐτοῦ. | ||
9 | Do your best to come to me soon. | Personal Instructions 2Tm.4.9-18 | Σπούδασον ἐλθεῖν πρός με ταχέως· | |
10 | For Demas, in love with this present world, has deserted me and gone to Thessalonica; Crescens has gone to Galatia, Titus to Dalmatia. | Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· | ||
11 | Luke alone is with me. Get Mark and bring him with you; for he is very useful in serving me. | Λουκᾶς ἐστιν μόνος μετ' ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἀγε μετὰ σεαυτοῦ, ἐστιν γάρ μοι εὐχρηστος εἰς διακονίαν. | ||
12 | Tychicus I have sent to Ephesus. | Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. | ||
13 | When you come, bring the cloak that I left with Carpus at Troas, also the books, and above all the parchments. | τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. | ||
14 | Alexander the coppersmith did me great harm; the Lord will requite him for his deeds. | Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἐργα αὐτοῦ· | ||
15 | Beware of him yourself, for he strongly opposed our message. | ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις. | ||
16 | At my first defence no one took my part; all deserted me. May it not be charged against them! | Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· | ||
17 | But the Lord stood by me and gave me strength to proclaim the message fully, that all the Gentiles might hear it. So I was rescued from the lion's mouth. | ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δῖ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἐθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. | ||
18 | The Lord will rescue me from every evil and save me for his heavenly kingdom. To him be the glory for ever and ever. Amen. | ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἐργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. | ||
19 | Greet Prisca and Aquila, and the household of Onesiphorus. | Final Greetings 2Tm.4.19-22 | Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. | |
20 | Erastus remained at Corinth; Trophimus I left ill at Miletus. | Ἔραστος ἐμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. | ||
21 | Do your best to come before winter. Eubulus sends greetings to you, as do Pudens and Linus and Claudia and all the brethren. | Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὐβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. | ||
22 | The Lord be with your spirit. Grace be with you. | Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ' ὑμῶν. | ||
<< | 2 Timothy: 4 | |
---|