katapi NEW STUDY BIBLE | 1 Timothy:1 | Novum Testamentum Graece (UBS.Ed.26) | ||
1 | Paul, an apostle of Christ Jesus by command of God our Saviour and of Christ Jesus our hope, | Salutation 1Tm.1.1-2 | Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ' ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν | |
2 | To Timothy, my true child in the faith: Grace, mercy, and peace from God the Father and Christ Jesus our Lord. | Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἐλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν. | ||
3 | As I urged you when I was going to Macedonia, remain at Ephesus that you may charge certain persons not to teach any different doctrine, | Warning against False Doctrine 1Tm.1.3-11 | Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν | |
4 | nor to occupy themselves with myths and endless genealogies which promote speculations rather than the divine training that is in faith; | μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἱτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει· | ||
5 | whereas the aim of our charge is love that issues from a pure heart and a good conscience and sincere faith. | τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, | ||
6 | Certain persons by swerving from these have wandered away into vain discussion, | ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, | ||
7 | desiring to be teachers of the law, without understanding either what they are saying or the things about which they make assertions. | θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἂ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται. | ||
8 | Now we know that the law is good, if anyone uses it lawfully, | Οἰδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται, | ||
9 | understanding this, that the law is not laid down for the just but for the lawless and disobedient, for the ungodly and sinners, for the unholy and profane, for murderers of fathers and murderers of mothers, for manslayers, | εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἀμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις, | ||
10 | immoral persons, sodomites, kidnapers, liars, perjurers, and whatever else is contrary to sound doctrine, | πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἰ τι ἑτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, | ||
11 | in accordance with the glorious gospel of the blessed God with which I have been entrusted. | κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. | ||
12 | I thank him who has given me strength for this, Christ Jesus our Lord, because he judged me faithful by appointing me to his service, | Thankfulness for mercy 1Tm.1.12-20 | Χάριν ἐχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, | |
13 | though I formerly blasphemed and persecuted and insulted him; but I received mercy because I had acted ignorantly in unbelief, | τὸ πρότερον ὀντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, | ||
14 | and the grace of our Lord overflowed for me with the faith and love that are in Christ Jesus. | ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. | ||
15 | The saying is sure and worthy of full acceptance, that Christ Jesus came into the world to save sinners. And I am the foremost of sinners; | πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἀμαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰμι ἐγώ, | ||
16 | but I received mercy for this reason, that in me, as the foremost, Jesus Christ might display his perfect patience for an example to those who were to believe in him for eternal life. | ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἀπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. | ||
17 | To the King of ages, immortal, invisible, the only God, be honour and glory for ever and ever. Amen. | τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. | ||
18 | This charge I commit to you, Timothy, my son, in accordance with the prophetic utterances which pointed to you, that inspired by them you may wage the good warfare, | Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, | ||
19 | holding faith and a good conscience. By rejecting conscience, certain persons have made shipwreck of their faith, | ἐχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἡν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν· | ||
20 | among them Hymenaeus and Alexander, whom I have delivered to Satan that they may learn not to blaspheme. | ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν. | ||
| 1 Timothy: 1 | >> |
---|