|
| katapi NEW STUDY BIBLE | Acts:6 | Novum Testamentum Graece (UBS.Ed.26) |
|
|
1 |
Now in these days when the disciples were increasing in number, the Hellenists murmured against the Hebrews because their widows were neglected in the daily distribution. | The Appointment of the Seven Ac.6.1-7 (Jerusalem) - | Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. |
2 |
And the twelve summoned the body of the disciples and said, "It is not right that we should give up preaching the word of God to serve tables. | | προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν, Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις· |
3 |
Therefore, brethren, pick out from among you seven men of good repute, full of the Spirit and of wisdom, whom we may appoint to this duty. | | ἐπισκέψασθε δέ, ἀδελφοί, ἀνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· |
4 |
But we will devote ourselves to prayer and to the ministry of the word." | | ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. |
5 |
And what they said pleased the whole multitude, and they chose Stephen, a man full of faith and of the Holy Spirit, and Philip, and Prochorus, and Nicanor, and Timon, and Parmenas, and Nicolaus, a proselyte of Antioch. | | καὶ ἠρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἀνδρα πλήρης πίστεως καὶ πνεύματος ἀγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, |
6 |
These they set before the apostles, and they prayed and laid their hands upon them. | | οὓς ἐστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. |
7 |
And the word of God increased; and the number of the disciples multiplied greatly in Jerusalem, and a great many of the priests were obedient to the faith. | | Καὶ ὁ λόγος τοῦ θεοῦ ηὐξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἰερουσαλὴμ σφόδρα, πολύς τε ὀχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει. |
8 |
And Stephen, full of grace and power, did great wonders and signs among the people. | The Arrest of Stephen Ac.6.8-15 (Jerusalem) - | Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. |
9 |
Then some of those who belonged to the synagogue of the Freedmen (as it was called), and of the Cyrenians, and of the Alexandrians, and of those from Cilicia and Asia, arose and disputed with Stephen. | | ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, |
10 |
But they could not withstand the wisdom and the Spirit with which he spoke. | | καὶ οὐκ ἰσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. |
11 |
Then they secretly instigated men, who said, "We have heard him speak blasphemous words against Moses and God." | | τότε ὑπέβαλον ἀνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν θεόν· |
12 |
And they stirred up the people and the elders and the scribes, and they came upon him and seized him and brought him before the council, | | συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἠγαγον εἰς τὸ συνέδριον, |
13 |
and set up false witnesses who said, "This man never ceases to speak words against this holy place and the law; | | ἐστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἀγίου καὶ τοῦ νόμου· |
14 |
for we have heard him say that this Jesus of Nazareth will destroy this place, and will change the customs which Moses delivered to us." | | ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἐθη ἂ παρέδωκεν ἡμῖν Μωϋσῆς. |
15 |
And gazing at him, all who sat at the council saw that his face was like the face of an angel. | | καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. |
|
|
<< | Acts: 6 | |
|