katapi NEW STUDY BIBLE | Acts:24 | Novum Testamentum Graece (UBS.Ed.26) | ||
1 | And after five days the high priest Ananias came down with some elders and a spokesman, one Tertullus. They laid before the governor their case against Paul; | The Case against Paul Ac.24.1-9 | Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἱτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. | |
2 | and when he was called, Tertullus began to accuse him, saying: "Since through you we enjoy much peace, and since by your provision, most excellent Felix, reforms are introduced on behalf of this nation, | κληθέντος δὲ αὐτοῦ ἠρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἐθνει τούτῳ διὰ τῆς σῆς προνοίας, | ||
3 | in every way and everywhere we accept this with all gratitude. | πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. | ||
4 | But, to detain you no further, I beg you in your kindness to hear us briefly. | ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. | ||
5 | For we have found this man a pestilent fellow, an agitator among all the Jews throughout the world, and a ringleader of the sect of the Nazarenes. | εὑρόντες γὰρ τὸν ἀνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, | ||
6 | He even tried to profane the temple, but we seized him. | ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν, | ||
7 | ||||
8 | By examining him yourself you will be able to learn from him about everything of which we accuse him." | παρ' οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. | ||
9 | The Jews also joined in the charge, affirming that all this was so. | συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὑτως ἐχειν. | ||
10 | And when the governor had motioned to him to speak, Paul replied: "Realizing that for many years you have been judge over this nation, I cheerfully make my defence. | Paul Defends Himself before Felix Ac.24.10-23 | Ἀπεκρίθη τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὀντα σε κριτὴν τῷ ἐθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, | |
11 | As you may ascertain, it is not more than twelve days since I went up to worship at Jerusalem; | δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ' ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ, | ||
12 | and they did not find me disputing with anyone or stirring up a crowd, either in the temple or in the synagogues, or in the city. | καὶ οὐτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὀχλου οὐτε ἐν ταῖς συναγωγαῖς οὐτε κατὰ τὴν πόλιν, | ||
13 | Neither can they prove to you what they now bring up against me. | οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου. | ||
14 | But this I admit to you, that according to the Way, which they call a sect, I worship the God of our fathers, believing everything laid down by the law or written in the prophets, | ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἱρεσιν οὑτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, | ||
15 | having a hope in God which these themselves accept, that there will be a resurrection of both the just and the unjust. | ἐλπίδα ἐχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἐσεσθαι δικαίων τε καὶ ἀδίκων. | ||
16 | So I always take pains to have a clear conscience toward God and toward men. | ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἐχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. | ||
17 | Now after some years I came to bring to my nation alms and offerings. | δῖ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἐθνος μου παρεγενόμην καὶ προσφοράς, | ||
18 | As I was doing this, they found me purified in the temple, without any crowd or tumult. But some Jews from Asia - | ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὀχλου οὐδὲ μετὰ θορύβου· | ||
19 | they ought to be here before you and to make an accusation, if they have anything against me. | τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἐδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἰ τι ἐχοιεν πρὸς ἐμέ - | ||
20 | Or else let these men themselves say what wrongdoing they found when I stood before the council, | ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου | ||
21 | except this one thing which I cried out while standing among them, 'With respect to the resurrection of the dead I am on trial before you this day.' " | ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ' ὑμῶν. | ||
22 | But Felix, having a rather accurate knowledge of the Way, put them off, saying, "When Lysias the tribune comes down, I will decide your case." | Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπας, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ' ὑμᾶς, | ||
23 | Then he gave orders to the centurion that he should be kept in custody but should have some liberty, and that none of his friends should be prevented from attending to his needs. | διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἐχειν τε ἀνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ. | ||
24 | After some days Felix came with his wife Drusilla, who was a Jewess; and he sent for Paul and heard him speak upon faith in Christ Jesus. | Paul Held in Custody Ac.24.24-27 | Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὐσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἠκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως. | |
25 | And as he argued about justice and self-control and future judgment, Felix was alarmed and said, "Go away for the present; when I have an opportunity I will summon you." | διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἐμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἐχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομ αί σε· | ||
26 | At the same time he hoped that money would be given him by Paul. So he sent for him often and conversed with him. | ἀμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. | ||
27 | But when two years had elapsed, Felix was succeeded by Porcius Festus; and desiring to do the Jews a favour, Felix left Paul in prison. | Διετίας δὲ πληρωθείσης ἐλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον. | ||
<< | Acts: 24 | >> |
---|