|
| katapi NEW STUDY BIBLE | Acts:21 | Novum Testamentum Graece (UBS.Ed.26) |
|
|
1 |
And when we had parted from them and set sail, we came by a straight course to Cos, and the next day to Rhodes, and from there to Patara. | Paul's Journey to Jerusalem Ac.21.1-16 | Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ' αὐτῶν, εὐθυδρομήσαντες ἠλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· |
2 |
And having found a ship crossing to Phoenicia, we went aboard, and set sail. | | καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. |
3 |
When we had come in sight of Cyprus, leaving it on the left we sailed to Syria, and landed at Tyre; for there the ship was to unload its cargo. | | ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήλθομεν εἰς Τύρον, ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. |
4 |
And having sought out the disciples, we stayed there for seven days. Through the Spirit they told Paul not to go on to Jerusalem. | | ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἱτινες τῷ Παύλῳ ἐλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα. |
5 |
And when our days there were ended, we departed and went on our journey; and they all, with wives and children, brought us on our way till we were outside the city; and kneeling down on the beach we prayed and bade one another farewell. | | ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἑως ἐξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰ γιαλὸν προσευξάμενοι |
6 |
Then we went on board the ship, and they returned home. | | ἀπησπασάμεθα ἀλλήλους, καὶ ἀνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἰδια. |
7 |
When we had finished the voyage from Tyre, we arrived at Ptolemais; and we greeted the brethren and stayed with them for one day. | | Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ' αὐτοῖς. |
8 |
On the morrow we departed and came to Caesarea; and we entered the house of Philip the evangelist, who was one of the seven, and stayed with him. | | τῇ δὲ ἐπαύριον ἐξελθόντες ἠλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὀντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ' αὐτῷ. |
9 |
And he had four unmarried daughters, who prophesied. | | τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι. |
10 |
While we were staying for some days, a prophet named Agabus came down from Judea. | | ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος, |
11 |
And coming to us he took Paul's girdle and bound his own feet and hands, and said, "Thus says the Holy Spirit, 'So shall the Jews at Jerusalem bind the man who owns this girdle and deliver him into the hands of the Gentiles.' " | | καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἀρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, Τάδε λέγει τὸ πνεῦμα τὸ ἀγιον, Τὸν ἀνδρα οὗ ἐστιν ἡ ζώνη αὑτη οὑτ ως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουςιν εἰς χεῖρας ἐθνῶν. |
12 |
When we heard this, we and the people there begged him not to go up to Jerusalem. | | ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. |
13 |
Then Paul answered, "What are you doing, weeping and breaking my heart? For I am ready not only to be imprisoned but even to die at Jerusalem for the name of the Lord Jesus." | | τότε ἀπεκρίθη ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἐχω ὑπὲρ τοῦ ὀνόματο ς τοῦ κυρίου Ἰησοῦ. |
14 |
And when he would not be persuaded, we ceased and said, "The will of the Lord be done." | | μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, Τοῦ κυρίου τὸ θέλημα γινέσθω. |
15 |
After these days we made ready and went up to Jerusalem. | | Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα· |
16 |
And some of the disciples from Caesarea went with us, bringing us to the house of Mnason of Cyprus, an early disciple, with whom we should lodge. | | συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἀγοντες παρ' ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. |
17 |
When we had come to Jerusalem, the brethren received us gladly. | Paul Visits James Ac.21.17-26 | Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. |
18 |
On the following day Paul went in with us to James; and all the elders were present. | | τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. |
19 |
After greeting them, he related one by one the things that God had done among the Gentiles through his ministry. | | καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ' ἓν ἑκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἐθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. |
20 |
And when they heard it, they glorified God. And they said to him, "You see, brother, how many thousands there are among the Jews of those who have believed; they are all zealous for the law, | | οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπόν τε αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· |
21 |
and they have been told about you that you teach all the Jews who are among the Gentiles to forsake Moses, telling them not to circumcise their children or observe the customs. | | κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἐθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἐθεσιν περιπατεῖν. |
22 |
What then is to be done? They will certainly hear that you have come. | | τί οὖν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυθας. |
23 |
Do therefore what we tell you. We have four men who are under a vow; | | τοῦτο οὖν ποίησον ὁ σοι λέγομεν· εἰσὶν ἡμῖν ἀνδρες τέσσαρες εὐχὴν ἐχοντες ἐφ' ἑαυτῶν. |
24 |
take these men and purify yourself along with them and pay their expenses, so that they may shave their heads. Thus all will know that there is nothing in what they have been told about you but that you yourself live in observance of the law. | | τούτους παραλαβὼν ἀγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ' αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς και ; αὐτὸς φυλάσσων τὸν νόμον. |
25 |
But as for the Gentiles who have believed, we have sent a letter with our judgment that they should abstain from what has been sacrificed to idols and from blood and from what is strangled and from unchastity." | | περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. |
26 |
Then Paul took the men, and the next day he purified himself with them and went into the temple, to give notice when the days of purification would be fulfilled and the offering presented for every one of them. | | τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἀνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἀγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἀγνισμοῦ ἑως οὗ προσηνέχ θη ὑπὲρ ἑνὸς ἑκάστου αὐτω ἡ προσφορά. |
27 |
When the seven days were almost completed, the Jews from Asia, who had seen him in the temple, stirred up all the crowd, and laid hands on him, | Paul Arrested in the Temple Ac.21.27-36 | Ὡς δὲ ἐμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὀχλον καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, |
28 |
crying out, "Men of Israel, help! This is the man who is teaching men everywhere against the people and the law and this place; moreover he also brought Greeks into the temple, and he has defiled this holy place." | | κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἐτι τε καὶ Ἑλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. |
29 |
For they had previously seen Trophimus the Ephesian with him in the city, and they supposed that Paul had brought him into the temple. | | ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. |
30 |
Then all the city was aroused, and the people ran together; they seized Paul and dragged him out of the temple, and at once the gates were shut. | | ἐκινήθη τε ἡ πόλις ὁλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἐξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. |
31 |
And as they were trying to kill him, word came to the tribune of the cohort that all Jerusalem was in confusion. | | ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὁλη συγχύννεται Ἰερουσαλήμ, |
32 |
He at once took soldiers and centurions, and ran down to them; and when they saw the tribune and the soldiers, they stopped beating Paul. | | ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ' αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. |
33 |
Then the tribune came up and arrested him, and ordered him to be bound with two chains. He inquired who he was and what he had done. | | τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἀλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἰη καὶ τί ἐστιν πεποιηκώς. |
34 |
Some in the crowd shouted one thing, some another; and as he could not learn the facts because of the uproar, he ordered him to be brought into the barracks. | | ἀλλοι δὲ ἀλλο τι ἐπεφώνουν ἐν τῷ ὀχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἀγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. |
35 |
And when he came to the steps, he was actually carried by the soldiers because of the violence of the crowd; | | ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὀχλου, |
36 |
for the mob of the people followed, crying, "Away with him!" | | ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, Αἶρε αὐτόν. |
37 |
As Paul was about to be brought into the barracks, he said to the tribune, "May I say something to you?" And he said, "Do you know Greek? | Paul Defends Himself Ac.21.37-22.5 | Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἐξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἐφη, Ἑλληνιστὶ γινώσκεις; |
38 |
Are you not the Egyptian, then, who recently stirred up a revolt and led the four thousand men of the Assassins out into the wilderness?" | | οὐκ ἀρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἐρημον τοὺς τετρακισχιλίους ἀνδρας τῶν σικαρίων; |
39 |
Paul replied, "I am a Jew, from Tarsus in Cilicia, a citizen of no mean city; I beg you, let me speak to the people." | | εἶπεν δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. |
40 |
And when he had given him leave, Paul, standing on the steps, motioned with his hand to the people; and when there was a great hush, he spoke to them in the Hebrew language, saying: | | ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων, |
|
|
<< | Acts: 21 | >> |
|