| 
 | 
		|  | katapi NEW STUDY BIBLE | Acts:11 | Novum Testamentum Graece (UBS.Ed.26) |  | 
		| 
 | 
		| 1 | Now the apostles and the brethren who were in Judea heard that the Gentiles also had received the word of God. | Peter's Report to the Church at Jerusalem Ac.11.1-18 (Jerusalem) - | Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἐθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ. | 
		| 2 | So when Peter went up to Jerusalem, the circumcision party criticized him, |  | ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς | 
		| 3 | saying, "Why did you go to uncircumcised men and eat with them?" |  | λέγοντες ὅτι Εἰσῆλθες πρὸς ἀνδρας ἀκροβυστίαν ἐχοντας καὶ συνέφαγες αὐτοῖς. | 
		| 4 | But Peter began and explained to them in order: |  | ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων, | 
		| 5 | "I was in the city of Joppa praying; and in a trance I saw a vision, something descending, like a great sheet, let down from heaven by four corners; and it came down to me. |  | Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὁραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἀχρι ἐμοῦ· | 
		| 6 | Looking at it closely I observed animals and beasts of prey and reptiles and birds of the air. |  | εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. | 
		| 7 | And I heard a voice saying to me, 'Rise, Peter; kill and eat.' |  | ἠκουσα δὲ καὶ φωνῆς λεγούσης μοι, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. | 
		| 8 | But I said, 'No, Lord; for nothing common or unclean has ever entered my mouth.' |  | εἶπον δέ, Μηδαμῶς, κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. | 
		| 9 | But the voice answered a second time from heaven, 'What God has cleansed you must not call common.' |  | ἀπεκρίθη δὲ φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, Ἃ ὁ θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. | 
		| 10 | This happened three times, and all was drawn up again into heaven. |  | τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἀπαντα εἰς τὸν οὐρανόν. | 
		| 11 | At that very moment three men arrived at the house in which we were, sent to me from Caesarea. |  | καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἀνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. | 
		| 12 | And the Spirit told me to go with them, making no distinction. These six brethren also accompanied me, and we entered the man's house. |  | εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός· | 
		| 13 | And he told us how he had seen the angel standing in his house and saying, 'Send to Joppa and bring Simon called Peter; |  | ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν  ἀγγελον ἐν τῷ οἰκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, | 
		| 14 | he will declare to you a message by which you will be saved, you and all your household.' |  | ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. | 
		| 15 | As I began to speak, the Holy Spirit fell on them just as on us at the beginning. |  | ἐν δὲ τῷ ἀρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἀγιον ἐπ' αὐτοὺς ὡσπερ καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ. | 
		| 16 | And I remembered the word of the Lord, how he said, 'John baptized with water, but you shall be baptized with the Holy Spirit.' |  | ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἐλεγεν, Ἰωάννης μὲν ἐβάπτισεν ὑδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἀγίῳ. | 
		| 17 | If then God gave the same gift to them as he gave to us when we believed in the Lord Jesus Christ, who was I that I could withstand God?" |  | εἰ οὖν τὴν ἰσην δωρεὰν ἐδωκεν αὐτοῖς ὁ θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἠμην δυνατὸς κωλῦσαι τὸν θεόν; | 
		| 18 | When they heard this they were silenced. And they glorified God, saying, "Then to the Gentiles also God has granted repentance unto life." |  | ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, Ἄρα καὶ τοῖς ἐθνεσιν ὁ θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἐδωκεν. | 
		| 19 | Now those who were scattered because of the persecution that arose over Stephen travelled as far as Phoenicia and Cyprus and Antioch, speaking the word to none except Jews. | The Church at Antioch Ac.11.19-30 (Antioch, Syria) - | Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἑως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. | 
		| 20 | But there were some of them, men of Cyprus and Cyrene, who on coming to Antioch spoke to the Greeks also, preaching the Lord Jesus. |  | ἦσαν δέ τινες ἐξ αὐτῶν ἀνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἱτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν κύριον Ἰησοῦν. | 
		| 21 | And the hand of the Lord was with them, and a great number that believed turned to the Lord. |  | καὶ ἦν χεὶρ κυρίου μετ' αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον. | 
		| 22 | News of this came to the ears of the church in Jerusalem, and they sent Barnabas to Antioch. |  | ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὐσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν  ἑως Ἀντιοχείας· | 
		| 23 | When he came and saw the grace of God, he was glad; and he exhorted them all to remain faithful to the Lord with steadfast purpose; |  | ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν  τοῦ θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ κυρίῳ, | 
		| 24 | for he was a good man, full of the Holy Spirit and of faith. And a large company was added to the Lord. |  | ὁτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἀγίου καὶ πίστεως. καὶ προσετέθη ὀχλος ἱκανὸς τῷ κυρίῳ. | 
		| 25 | So Barnabas went to Tarsus to look for Saul; |  | ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, | 
		| 26 | and when he had found him, he brought him to Antioch. For a whole year they met with the church, and taught a large company of people; and in Antioch the disciples were for the first time called Christians. |  | καὶ εὑρὼν ἠγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὁλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὀχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητ ὰς Χριστιανούς. | 
		| 27 | Now in these days prophets came down from Jerusalem to Antioch. |  | Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· | 
		| 28 | And one of them named Agabus stood up and foretold by the Spirit that there would be a great famine over all the world; and this took place in the days of Claudius. |  | ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἐσεσθαι ἐφ' ὁλην τὴν οἰκουμένην· ἡτις ἐγένετο ἐπὶ Κλαυδίου. | 
		| 29 | And the disciples determined, everyone according to his ability, to send relief to the brethren who lived in Judea; |  | τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὡρισαν ἑκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· | 
		| 30 | and they did so, sending it to the elders by the hand of Barnabas and Saul. |  | ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου. | 
	|  |  | << | Acts: 11   | >> |  |