| New English Bible | John:9 | Novum Testamentum Graece (UBS.Ed.26) | ||
| 1 | AS HE WENT on his way Jesus saw a man blind from his birth. | The Healing of a Man Born Blind Jn.9.1-12 (Jerusalem) - | Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. | |
| 2 | His disciples put the question, 'Rabbi, who sinned, this man or his parents? Why was he born blind?' | καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Ῥαββί, τίς ἡμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; | ||
| 3 | 'It is not that this man or his parents sinned,' Jesus answered; 'he was born blind that God's power might be displayed in curing him. | ἀπεκρίθη Ἰησοῦς, Οὐτε οὗτος ἡμαρτεν οὐτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἐργα τοῦ θεοῦ ἐν αὐτῷ. | ||
| 4 | While daylight lasts we must carry on the work of him who sent me, night comes, when no one can work. | ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἐργα τοῦ πέμψαντός με ἑως ἡμέρα ἐστίν· ἐρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. | ||
| 5 | While I am in the world I am the light of the world.' | ὁταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. | ||
| 6 | With these words he spat on the ground and made a paste with the spittle; he spread it on the man's eyes, | ταῦτα εἰπὼν ἐπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς | ||
| 7 | and said to him, 'Go and wash in the pool of Siloam.' (The name means 'sent'.) The man went away and washed, and when he returned he could see. | καὶ εἶπεν αὐτῷ, Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται Ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. | ||
| 8 | His neighbours and those who were accustomed to see him begging said, 'Is not this the man who used to sit and beg?' | Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἐλεγον, Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; | ||
| 9 | Others said, 'Yes, this is the man.' Others again said, 'No, but it is someone like him.' | ἀλλοι ἐλεγον ὅτι Οὗτός ἐστιν· ἀλλοι ἐλεγον, Οὐχί, ἀλλὰ ὁμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἐλεγεν ὅτι Ἐγώ εἰμι. | ||
| 10 | The man himself said, 'I am the man.' They asked him, 'How were your eyes opened?' | ἐλεγον οὖν αὐτῷ, Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; | ||
| 11 | He replied, 'The man called Jesus made a paste and smeared my eyes with it, and told me to go to Siloam and wash. I went and washed, and gained my sight.' | ἀπεκρίθη ἐκεῖνος, Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νι ψάμενος ἀνέβλεψα. | ||
| 12 | 'Where is he?' they asked. He answered, 'I do not know.' | καὶ εἶπαν αὐτῷ, Ποῦ ἐστιν ἐκεῖνος; λέγει, Οὐκ οἶδα. | ||
| 13 | THE MAN who had been blind was brought before the Pharisees. | The Pharisees Investigate the Healing Jn.9.13-34 (Jerusalem) - | Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. | |
| 14 | As it was a Sabbath day when Jesus made the paste and opened his eyes, | ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. | ||
| 15 | the Pharisees now asked him by what means he had gained his sight. The man told them, 'He spread a paste on my eyes; then I washed, and now I can see.' | πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς, Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. | ||
| 16 | Some of the Pharisees said, 'This fellow is no man of God; he does not keep the Sabbath.' Others said, 'How could such signs come from a sinful man?' So they took different sides. | ἐλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, Οὐκ ἐστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἀλλοι ἐλεγον, Πῶς δύναται ἄνθρωπος ἀμαρτωλὸς τοιαῦτα σημεῖα πο ιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. | ||
| 17 | Then they continued to question him: 'What have you to say about him? It was your eyes he opened.' He answered, 'He is a prophet.' | λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. | ||
| 18 | The Jews would not believe that the man had been blind and had gained his sight, until they had summoned his parents | Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἑως ὁτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος | ||
| 19 | and questioned them: 'Is this man your son? Do you say that he was born blind? How is it that he can see now?' | καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθὴ πῶς οὖν βλέπει ἀρτὶ; | ||
| 20 | The parents replied, 'We know that he is our son, and that he was born blind. | ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· | ||
| 21 | But how it is that he can now see, or who opened his eyes, we do not know. Ask him; he is of age; he will speak for himself.' | πῶς δὲ νῦν βλέπει οὐκ οἰδαμεν, ἢ τίς ἠνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἰδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἐχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. | ||
| 22 | His parents gave this answer because they were afraid of the Jews; for the Jewish authorities had already agreed that anyone who acknowledged Jesus as Messiah should be banned from the synagogue. | ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἠδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. | ||
| 23 | That is why the parents said, 'He is of age; ask him.' | διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἐχει, αὐτὸν ἐπερωτήσατε. | ||
| 24 | So for the second time they summoned the man who had been blind, and said, 'Speak the truth before God. We know that this fellow is a sinner.' | Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ, Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἰδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἀμαρτωλός ἐστιν. | ||
| 25 | 'Whether or not he is a sinner, I do not know', the man replied. 'All I know is this: once I was blind, now I can see.' | ἀπεκρίθη οὖν ἐκεῖνος, Εἰ ἀμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἀρτι βλέπω. | ||
| 26 | 'What did he do to you?' they asked. 'How did he open your eyes?' | εἶπον οὖν αὐτῷ, Τί ἐποίησέν σοὶ πῶς ἠνοιξέν σου τοὺς ὀφθαλμούς; | ||
| 27 | 'I have told you already,' he retorted, 'but you took no notice. Why do you want to hear it again? Do you also want to become his disciples?' | ἀπεκρίθη αὐτοῖς, Εἶπον ὑμῖν ἠδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαὶ; | ||
| 28 | Then they became abusive. 'You are that man's disciple,' they said, 'but we are disciples of Moses. | καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον, Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· | ||
| 29 | We know that God spoke to Moses, but as for this fellow, we do not know where he comes from.' | ἡμεῖς οἰδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἰδαμεν πόθεν ἐστίν. | ||
| 30 | The man replied, 'What an extraordinary thing! Here is a man who has opened my eyes, yet you do not know where he comes from! | ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἰδατε πόθεν ἐστίν, καὶ ἠνοιξέν μου τοὺς ὀφθαλμούς. | ||
| 31 | It is common knowledge that God does not listen to sinners; he listens to anyone who is devout and obeys his will. | οἰδαμεν ὅτι ἀμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. | ||
| 32 | To open the eyes of a man born blind—it is unheard of since time began. | ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· | ||
| 33 | If that man had not come from God he could have done nothing.' | εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. | ||
| 34 | 'Who are you to give us lessons,' they retorted, 'born and bred in sin as you are?' Then they expelled him from the synagogue. | ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Ἐν ἀμαρτίαις σὺ ἐγεννήθης ὁλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἐξω. | ||
| 35 | Jesus heard that they had expelled him. When he found him he asked, 'Have you faith in the Son of Man?' | Spiritual Blindness Jn.9.35-41 (Jerusalem) - | Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἐξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώποὺ; | |
| 36 | The man answered, 'Tell me who he is, sir, that I should put my faith in him.' | ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; | ||
| 37 | 'You have seen him,' said Jesus; 'indeed, it is he who is speaking to you.' | εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. | ||
| 38 | 'Lord, I believe', he said, and bowed before him. | ὁ δὲ ἐφη, Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. | ||
| 39 | Jesus said, 'It is for judgement that I have come into this world—to give sight to the sightless and to make blind those who see.' | καὶ εἶπεν ὁ Ἰησοῦς, Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. | ||
| 40 | Some Pharisees in his company asked, 'Do you mean that we are blind?' | Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ, Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; | ||
| 41 | 'If you were blind,' said Jesus, 'you would not be guilty, but because you say "We see"; your guilt remains. | εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἰχετε ἀμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ἀμαρτία ὑμῶν μένει. | ||
| << | John: 9 | | ||||
|---|---|---|---|---|