|
| katapi NEW STUDY BIBLE | John:3 | Novum Testamentum Graece (UBS.Ed.26) |
|
|
1 |
Now there was a man of the Pharisees, named Nicodemus, a ruler of the Jews. | Jesus and Nicodemus Jn.3.1-21 (Jerusalem) - | Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὀνομα αὐτῷ, ἀρχων τῶν Ἰουδαίων· |
2 |
This man came to Jesus by night and said to him, "Rabbi, we know that you are a teacher come from God; for no one can do these signs that you do, unless God is with him." | | οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ, Ῥαββί, οἰδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἂ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ' αὐτοῦ. |
3 |
Jesus answered him, "Truly, truly, I say to you, unless one is born anew, he cannot see the kingdom of God." | | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἀνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. |
4 |
Nicodemus said to him, "How can a man be born when he is old? Can he enter a second time into his mother's womb and be born?" | | λέγει πρὸς αὐτὸν Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὠν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναὶ; |
5 |
Jesus answered, "Truly, truly, I say to you, unless one is born of water and the Spirit, he cannot enter the kingdom of God. | | ἀπεκρίθη Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὑδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. |
6 |
That which is born of the flesh is flesh, and that which is born of the Spirit is spirit. | | τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. |
7 |
Do not marvel that I said to you, 'You must be born anew.' | | μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἀνωθεν. |
8 |
The wind blows where it wills, and you hear the sound of it, but you do not know whence it comes or whither it goes; so it is with every one who is born of the Spirit." | | τὸ Πνεῦμα ὁπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἐρχεται καὶ ποῦ ὑπάγει· οὑτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. |
9 |
Nicodemus said to him, "How can this be?" | | ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαὶ; |
10 |
Jesus answered him, "Are you a teacher of Israel, and yet you do not understand this? | | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; |
11 |
Truly, truly, I say to you, we speak of what we know, and bear witness to what we have seen; but you do not receive our testimony. | | ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἰδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. |
12 |
If I have told you earthly things and you do not believe, how can you believe if I tell you heavenly things? | | εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἰπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετὲ; |
13 |
No one has ascended into heaven but he who descended from heaven, the Son of man. | | καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου. |
14 |
And as Moses lifted up the serpent in the wilderness, so must the Son of man be lifted up, | | καὶ καθὼς Μωϋσῆς ὑψωσεν τὸν ὀφιν ἐν τῇ ἐρήμῳ, οὑτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, |
15 |
that whoever believes in him may have eternal life." | | ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἐχῃ ζωὴν αἰώνιον. |
16 |
For God so loved the world that he gave his only Son, that whoever believes in him should not perish but have eternal life. | | Οὑτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὡστε τὸν υἱὸν τὸν μονογενῆ ἐδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἐχῃ ζωὴν αἰώνιον. |
17 |
For God sent the Son into the world, not to condemn the world, but that the world might be saved through him. | | οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δῖ αὐτοῦ. |
18 |
He who believes in him is not condemned; he who does not believe is condemned already, because he has not believed in the name of the only Son of God. | | ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ μὴ πιστεύων ἠδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὀνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. |
19 |
And this is the judgment, that the light has come into the world, and men loved darkness rather than light, because their deeds were evil. | | αὑτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἐργα. |
20 |
For every one who does evil hates the light, and does not come to the light, lest his deeds should be exposed. | | πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἐρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἐργα αὐτοῦ· |
21 |
But he who does what is true comes to the light, that it may be clearly seen that his deeds have been wrought in God. | | ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἐρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἐργα ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα. |
22 |
After this Jesus and his disciples went into the land of Judea; there he remained with them and baptized. | Jesus and John the Baptist Jn.3.22-30 (Aenon) - | Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν. |
23 |
JOHN also was baptizing at Aenon near Salim, because there was much water there; and people came and were baptized. | | ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὑδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· |
24 |
For John had not yet been put in prison. | | οὐπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης. |
25 |
Now a discussion arose between John's disciples and a Jew over purifying. | | Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. |
26 |
And they came to John, and said to him, "Rabbi, he who was with you beyond the Jordan, to whom you bore witness, here he is, baptizing, and all are going to him." | | καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ, Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρΤύρηκας, ἰδε οὗτος βαπτίζει καὶ πάντες ἐρχονται πρὸς αὐτόν. |
27 |
John answered, "No one can receive anything except what is given him from heaven. | | ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. |
28 |
You yourselves bear me witness, that I said, I am not the Christ, but I have been sent before him. | | αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ' ὅτι Ἀπεσταλμένος εἰμὶ ἐμπροσθεν ἐκείνου. |
29 |
He who has the bride is the bridegroom; the friend of the bridegroom, who stands and hears him, rejoices greatly at the bridegroom's voice; therefore this joy of mine is now full. | | ὁ ἐχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὑτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. |
30 |
He must increase, but I must decrease." | | ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. |
31 |
He who comes from above is above all; he who is of the earth belongs to the earth, and of the earth he speaks; he who comes from heaven is above all. | He Who Comes from Heaven Jn.3.31-36 (Aenon) - | Ὁ ἀνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ. ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος |
32 |
He bears witness to what he has seen and heard, yet no one receives his testimony; | | ὃ ἑώρακεν καὶ ἠκουσεν τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. |
33 |
he who receives his testimony sets his seal to this, that God is true. | | ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν. |
34 |
For he whom God has sent utters the words of God, for it is not by measure that he gives the Spirit; | | ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ Πνεῦμα. |
35 |
the Father loves the Son, and has given all things into his hand. | | ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. |
36 |
He who believes in the Son has eternal life; he who does not obey the Son shall not see life, but the wrath of God rests upon him. | | ὁ πιστεύων εἰς τὸν υἱὸν ἐχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὀψεται ζωήν, ἀλλ' ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν. |
|
|
<< | John: 3 | |
|