|
| katapi NEW STUDY BIBLE | Luke:16 | Novum Testamentum Graece (UBS.Ed.26) |
|
|
1 |
He also said to the disciples, "There was a rich man who had a steward, and charges were brought to him that this man was wasting his goods. | The Parable of the Dishonest Steward Lk.16.1-13 (Peraea) - | Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς, Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. |
2 |
And he called him and said to him, 'What is this that I hear about you? Turn in the account of your stewardship, for you can no longer be steward.' | | καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ, Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ δύνῃ ἐτι οἰκονομεῖν. |
3 |
And the steward said to himself, 'What shall I do, since my master is taking the stewardship away from me? I am not strong enough to dig, and I am ashamed to beg. | | εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος, Τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ' ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι. |
4 |
I have decided what to do, so that people may receive me into their houses when I am put out of the stewardship.' | | ἐγνων τί ποιήσω, ἵνα ὁταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἰκους αὐτῶν. |
5 |
So, summoning his master's debtors one by one, he said to the first, 'How much do you owe my master?' | | καὶ προσκαλεσάμενος ἑνα ἑκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἐλεγεν τῷ πρώτῳ, Πόσον ὀφείλεις τῷ κυρίῳ μοὺ; |
6 |
He said, 'A hundred measures of oil.' And he said to him, 'Take your bill, and sit down quickly and write fifty.' | | ὁ δὲ εἶπεν, Ἑκατὸν βάτους ἐλαίου. ὁ δὲ εἶπεν αὐτῷ, Δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. |
7 |
Then he said to another, 'And how much do you owe?' He said, 'A hundred measures of wheat.' He said to him, 'Take your bill, and write eighty.' | | ἐπειτα ἑτέρῳ εἶπεν, Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν, Ἑκατὸν κόρους σίτου. λέγει αὐτῷ, Δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα. |
8 |
The master commended the dishonest steward for his shrewdness; for the sons of this world are more shrewd in dealing with their own generation than the sons of light. | | καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτω 'ν εἰσιν. |
9 |
And I tell you, make friends for yourselves by means of unrighteous mammon, so that when it fails they may receive you into the eternal habitations. | | Καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὁταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. |
10 |
"He who is faithful in a very little is faithful also in much; and he who is dishonest in a very little is dishonest also in much. | | ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἀδικος καὶ ἐν πολλῷ ἀδικός ἐστιν. |
11 |
If then you have not been faithful in the unrighteous mammon, who will entrust to you the true riches? | | εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσεὶ; |
12 |
And if you have not been faithful in that which is another's, who will give you that which is your own? | | καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς δώσεὶ ὑμῖν; |
13 |
No servant can serve two masters; for either he will hate the one and love the other, or he will be devoted to the one and despise the other. You cannot serve God and mammon." | | Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἑνα μισήσει καὶ τὸν ἑτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν κ αὶ μαμωνᾷ. |
14 |
The Pharisees, who were lovers of money, heard all this, and they scoffed at him. | The Law and the Kingdom of God Lk.16.14-18 (Peraea) - | Mt.11.12-13 | Ἢκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. |
15 |
But he said to them, "You are those who justify yourselves before men, but God knows your hearts; for what is exalted among men is an abomination in the sight of God. | | καὶ εἶπεν αὐτοῖς, Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ. |
16 |
"The law and the prophets were until John; since then the good news of the kingdom of God is preached, and everyone enters it violently. | | Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται. |
17 |
But it is easier for heaven and earth to pass away, than for one dot of the law to become void. | | Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. |
18 |
"Everyone who divorces his wife and marries another commits adultery, and he who marries a woman divorced from her husband commits adultery. | | Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει. |
19 |
"There was a rich man, who was clothed in purple and fine linen and who feasted sumptuously every day. | The Rich Man and Lazarus Lk.16.19-31 (Peraea) - | Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. |
20 |
And at his gate lay a poor man named Lazarus, full of sores, | | πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος |
21 |
who desired to be fed with what fell from the rich man's table; moreover the dogs came and licked his sores. | | καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἑλκη αὐτοῦ. |
22 |
The poor man died and was carried by the angels to Abraham's bosom. The rich man also died and was buried; | | ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. |
23 |
and in Hades, being in torment, he lifted up his eyes, and saw Abraham far off and Lazarus in his bosom. | | καὶ ἐν τῷ ᾀδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. |
24 |
And he called out, 'Father Abraham, have mercy upon me, and send Lazarus to dip the end of his finger in water and cool my tongue; for I am in anguish in this flame.' | | καὶ αὐτὸς φωνήσας εἶπεν, Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἀκρον τοῦ δακτύλου αὐτοῦ ὑδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. |
25 |
But Abraham said, 'Son, remember that you in your lifetime received your good things, and Lazarus in like manner evil things; but now he is comforted here, and you are in anguish. | | εἶπεν δὲ Ἀβραάμ, Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. |
26 |
And besides all this, between us and you a great chasm has been fixed, in order that those who would pass from here to you may not be able, and none may cross from there to us.' | | καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὁπως οἱ θέλοντες διαβῆναι ἐνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. |
27 |
And he said, 'Then I beg you, father, to send him to my father's house, | | εἶπεν δέ, Ἐρωτῶ σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, |
28 |
for I have five brothers, so that he may warn them, lest they also come into this place of torment.' | | ἐχω γὰρ πέντε ἀδελφούς, ὁπως διαμαρΤύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἐλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. |
29 |
But Abraham said, 'They have Moses and the prophets; let them hear them.' | | λέγει δὲ Ἀβραάμ, Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· κουσάτωσαν αὐτῶν. |
30 |
And he said, 'No, father Abraham; but if some one goes to them from the dead, they will repent.' | | ὁ δὲ εἶπεν, Οὐχί, πάτερ Ἀβραάμ, ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. |
31 |
He said to him, 'If they do not hear Moses and the prophets, neither will they be convinced if someone should rise from the dead.' " | | εἶπεν δὲ αὐτῷ, Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ' ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται. |
|
|
<< | Luke: 16 | >> |
|