| 
 | 
		|  | New English Bible | Matthew:25 | Novum Testamentum Graece (UBS.Ed.26) |  | 
		| 
 | 
		| 1 | 'When that day comes, the kingdom of Heaven will be like this. There were ten girls, who took their lamps and went out to meet the bridegroom. | The Parable of the Ten Maidens Mt.25.1-13 (Olivet) - | Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἱτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου. | 
		| 2 | Five of them were foolish, and five prudent; |  | πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι. | 
		| 3 | when the foolish ones took their lamps, they took no oil with them, |  | αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἐλαβον μεθ' ἑαυτῶν ἐλαιον· | 
		| 4 | but the others took flasks of oil with their lamps. |  | αἱ δὲ φρόνιμοι ἐλαβον ἐλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν. | 
		| 5 | As the bridegroom was late in coming they all dozed off to sleep. |  | χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. | 
		| 6 | But at midnight a cry was heard: "Here is the bridegroom! Come out to meet him." |  | μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. | 
		| 7 | With that the girls all got up and trimmed their lamps. |  | τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. | 
		| 8 | The foolish said to the prudent, "Our lamps are going out; give us some of your oil." |  | αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. | 
		| 9 | "No," they said; "there will never be enough for us both. You had better go to the shop and buy some for yourselves." |  | ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι, Μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. | 
		| 10 | While they were away the bridegroom arrived; those who were ready went in with him to the wedding; and the door was shut. |  | ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἑτοιμοι εἰσῆλθον μετ' αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. | 
		| 11 | And then the other five came back. "Sir, sir," they cried, "open the door for us." |  | ὑστερον δὲ ἐρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι, Κύριε κύριε, ἀνοιξον ἡμῖν. | 
		| 12 | But he answered, "'I declare, I do not know you." |  | ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. | 
		| 13 | Keep awake then; for you never know the day or the hour. 
 |  | Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἰδατε τὴν ἡμέραν οὐδὲ τὴν ὡραν. | 
		| 14 | 'It is like a man going abroad, who called his servants and put his capital in their hands; | The Parable of the Talents Mt.25.14-30 (Olivet) -  | Lk.19.11-27 | Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, | 
		| 15 | to one he gave five bags of gold, to another two, to another one, each according to his capacity. Then he left the country. |  | καὶ ᾧ μὲν ἐδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἑν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως | 
		| 16 | The man who had the five bags went at once and employed them in business, and made a profit of five bags, |  | πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἀλλα πέντε· | 
		| 17 | and the man who had the two bags made two. |  | ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἀλλα δύο. | 
		| 18 | But the man who had been given one bag of gold went off and dug a hole in the ground, and hid his master's money. |  | ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὠρυξεν γῆν καὶ ἐκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. | 
		| 19 | A long time afterwards their master returned, and proceeded to settle accounts with them. |  | μετὰ δὲ πολὺν χρόνον ἐρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ' αὐτῶν. | 
		| 20 | The man who had been given the five bags of gold came and produced the five he had made: "Master," he said, "you left five bags with me; look, I have made five more." |  | καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἀλλα πέντε τάλαντα λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἰδε ἀλλα πέντε τάλαντα ἐκέρδησα. | 
		| 21 | "Well done, my good and trusty servant!" said the master. "You have proved trustworthy in a small way; I will now put you in charge of something big. Come and share your master's delight." |  | ἐφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἰσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. | 
		| 22 | The man with the two bags then came and said, "Master, you left two bags with me; look, I have made two more." |  | προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἰδε ἀλλα δύο τάλαντα ἐκέρδησα. | 
		| 23 | "Well done, my good and trusty servant!" said the master. "You have proved trustworthy in a small way; I will now put you in charge of something big. Come and share your master's delight." |  | ἐφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἰσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. | 
		| 24 | Then the man who had been given one bag came and said, "Master, I knew you to be a hard man: you reap where you have not sown, you gather where you have not scattered; |  | προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, Κύριε, ἐγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὁπου οὐκ ἐσπειρας καὶ συνάγων ὁθεν οὐ διεσκόρπισας· | 
		| 25 | so I was afraid, and I went and hid your gold in the ground. Here it is - you have what belongs to you." |  | καὶ φοβηθεὶς ἀπελθὼν ἐκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἰδε ἐχεις τὸ σόν. | 
		| 26 | "You lazy rascal!" said the master. "You knew that I reap where I have not sown, and gather where I have not scattered? |  | ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾐδεις ὅτι θερίζω ὁπου οὐκ ἐσπειρα καὶ συνάγω ὁθεν οὐ διεσκόρπισὰ; | 
		| 27 | Then you ought to have put my money on deposit, and on my return I should have got it back with interest. |  | ἐδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. | 
		| 28 | Take the bag of gold from him, and give it to the one with the ten bags. |  | ἀρατε οὖν ἀπ' αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἐχοντι τὰ δέκα τάλαντα· | 
		| 29 | For the man who has will always be given more, till he has enough and to spare; and the man who has not will forfeit even what he has. |  | τῷ γὰρ ἐχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἐχοντος καὶ ὃ ἐχει ἀρθήσεται ἀπ' αὐτοῦ. | 
		| 30 | Fling the useless servant out into the dark, the place of wailing and grinding of teeth!" 
 |  | καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἐσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. | 
		| 31 | 'When the Son of Man comes in his glory and all the angels with him, he will sit in state on his throne, | The Judgment of the Nations Mt.25.31-46 (Olivet) - | Ὅταν δὲ ἐλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἀγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· | 
		| 32 | with all the nations gathered before him. He will separate men into two groups, as a shepherd separates the sheep from the goats, |  | καὶ συναχθήσονται ἐμπροσθεν αὐτοῦ πάντα τὰ ἐθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλήλων, ὡσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, | 
		| 33 | and he will place the sheep on his right hand and the goats on his left. |  | καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. | 
		| 34 | Then the king will say to those on his right hand, "You have my Father's blessing; come, enter and possess the kingdom that has been ready for you since the world was made. |  | τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· | 
		| 35 | For when I was hungry, you gave me food; when thirsty, you gave me drink; when I was a stranger you took me into your home, |  | ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἠμην καὶ συνηγάγετέ με, | 
		| 36 | when naked you clothed me; when I was ill you came to my help, when in prison you visited me." |  | γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἠμην καὶ ἠλθατε πρός με. | 
		| 37 | Then the righteous will reply, "Lord, when was it that we saw you hungry and fed you, or thirsty and gave you drink, |  | τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες, Κύριε, πότε σε εἰδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; | 
		| 38 | a stranger and took you home, or naked and clothed you? |  | πότε δέ σε εἰδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; | 
		| 39 | When did we see you ill or in prison, and come to visit you?" |  | πότε δέ σε εἰδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἠλθομεν πρός σὲ; | 
		| 40 | And the king will answer, "I tell you this: anything you did for one of my brothers here, however humble, you did for me." |  | καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὁσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. | 
		| 41 | Then he will say to those on his left, hand, "The curse is upon you; go from my sight to the eternal fire that is ready for the devil and his angels. |  | Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ' ἐμοῦ  κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· | 
		| 42 | For when I was hungry you gave me nothing to eat, when thirsty nothing to drink; |  | ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, | 
		| 43 | when I was a stranger you gave me no home, when naked you did not clothe me; when I was ill and in prison you did not come to my help." |  | ξένος ἠμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. | 
		| 44 | And they too will reply, "Lord, when was it that we saw you hungry or thirsty or a stranger or naked or ill or in prison, and did nothing for you?" |  | τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες, Κύριε, πότε σε εἰδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοὶ; | 
		| 45 | And he will answer, "I tell you this: anything you did not do for one of these, however humble, you did not do for me." |  | τότε ἀποκριθήσεται αὐτοῖς λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὁσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. | 
		| 46 | And they will go away to eternal punishment, but the righteous will enter eternal life.' 
 |  | καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. | 
	|  |  | << | Matthew: 25    | >> |  |