| katapi NEW STUDY BIBLE | Esther:14 | LXX | ||
| 1 | And Esther the queen, seized with deathly anxiety, fled to the Lord; | Esther's prayer. Est.14.1-30 | Καὶ Εσθηρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη | |
| 2 | she took off her splendid apparel and put on the garments of distress and mourning, and instead of costly perfumes she covered her head with ashes and dung, and she utterly humbled her body, and every part that she loved to adorn she covered with her tangled hair. | καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο κυρίου θεοῦ Ισραηλ | ||
| 3 | And she prayed to the Lord God of Israel, and said: "Lord, you only are our King; help me, who am alone and have no helper but you, | καὶ εἶπεν Κύριέ μου, ὁ βασιλεὺς ἡμῶν, σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ, | ||
| 4 | for my danger is in my hand. | ὅτι κίνδυνός μου ἐν χειρί μου. | ||
| 5 | Ever since I was born I have heard in the tribe of my family that you, O Lord,take Israel out of all the nations, and our fathers from among all their ancestors, for an everlasting inheritance, and that you did for them all that you promised. | ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ, κύριε, ἔλαβες τὸν Ισραηλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. | ||
| 6 | And now we have sinned before you, and you have given us into the hands of our enemies, | καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, | ||
| 7 | because we glorified their gods. You are righteous, O Lord! | ἀνθ' ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ, Κύριε. | ||
| 8 | And now they are not satisfied that we are in bitter slavery, but they have covenanted with their idols | καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν, | ||
| 9 | to abolish what your mouth has ordained and to destroy your inheritance, to stop the mouths of those who praise you and to quench your altar and the glory of your house, | ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου | ||
| 10 | to open the mouths of the nations for the praise of vain idols, and to magnify for ever a mortal king. | καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα. | ||
| 11 | O Lord, do not surrender your scepter to what has no being; and do not let them mock at our downfall; but turn their plan against themselves, and make an example of the man who began this against us. | μὴ παραδῷς, κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ' αὐτούς, τὸν δὲ ἀρξάμενον ἐφ' ἡμᾶς παραδειγμάτισον. | ||
| 12 | Remember, O Lord; make yourself known in this time of our affliction, and give me courage, O King of the gods and Master of all dominion! | μνήσθητι, κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν· | ||
| 13 | Put eloquent speech in my mouth before the lion, and turn his heart to hate the man who is fighting against us, so that there may be an end of him and those who agree with him. | δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ· | ||
| 14 | But save us by your hand, and help me, who am alone and have no helper but you, O Lord. | ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, κύριε. | ||
| 15 | You have knowledge of all things; and you know that I hate the splendour of the wicked and abhor the bed of the uncircumcised and of any alien. | πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου. | ||
| 16 | You know my necessity - that I abhor the sign of my proud position, which is upon my head on the days when I appear in public. I abhor it like a menstruous rag, and I do not wear it on the days when I am at leisure. | σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. | ||
| 17 | And your servant has not eaten at Haman's table, and I have not honoured the king's feast or drunk the wine of the libations. | καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Αμαν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως οὐδὲ ἔπιον οἶνον σπονδῶν· | ||
| 18 | Your servant has had no joy since the day that I was brought here until now, except in you, O Lord God of Abraham. | καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ' ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, κύριε ὁ θεὸς Αβρααμ. | ||
| 19 | O God, whose might is over all, hear the voice of the despairing, and save us from the hands of evildoers. And save me from my fear!" | ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων· καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου. | ||
| << | Esther: 14 | >> | ||||
|---|---|---|---|---|