|
| | katapi NEW STUDY BIBLE | Esther:11 | LXX |
|
|
| 1 |
In the fourth year of the reign of Ptolemy and Cleopatra, Dositheus, who said that he was a priest and a Levite, and Ptolemy his son brought to Egypt the preceeding Letter of Purim, which they said was genuine and had been translated by Lysimachus the son of Ptolemy, one of the residents of Jerusalem. | Postscript. Est.11.1 | Ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκεν Δωσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραι, ἣν ἔφασαν εἶναι καὶ ἑρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν Ιερουσαλημ. |
| 2 |
In the second year of the reign of Artaxerxes the Great, on the first day of Nisan, Mordecai the son of Jair, son of Shimei, son of Kish, of the tribe of Benjamin, had a dream. | Mordecai's strange dream. Est.11.2-12 | Ἔτους δευτέρου βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου τῇ μιᾷ τοῦ Νισα ἐνύπνιον εἶδεν Μαρδοχαῖος ὁ τοῦ Ιαιρου τοῦ Σεμειου τοῦ Κισαιου ἐκ φυλῆς Βενιαμιν, |
| 3 |
He was a Jew, dwelling in the city of Susa, a great man, serving in the court of the king. | | ἄνθρωπος Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας θεραπεύων ἐν τῇ αὐλῇ τοῦ βασιλέως· |
| 4 |
He was one of the captives whom Nebuchadnezzar king of Babylon had brought from Jerusalem with Jeconiah king of Judea. And this was his dream: | | ἦν δὲ ἐκ τῆς αἰχμαλωσίας, ἧς ᾐχμαλώτευσεν Ναβουχοδονοσορ ὁ βασιλεὺς Βαβυλῶνος ἐξ Ιερουσαλημ μετὰ Ιεχονιου τοῦ βασιλέως τῆς Ιουδαίας. |
| 5 |
Behold, noise and confusion, thunders and earthquake, tumult upon the earth! | | καὶ τοῦτο αὐτοῦ τὸ ἐνύπνιον· καὶ ἰδοὺ φωναὶ καὶ θόρυβος, βρονταὶ καὶ σεισμός, τάραχος ἐπὶ τῆς γῆς· |
| 6 |
And behold, two great dragons came forward, both ready to fight, and they roared terribly. | | καὶ ἰδοὺ δύο δράκοντες μεγάλοι ἕτοιμοι προῆλθον ἀμφότεροι παλαίειν, καὶ ἐγένετο αὐτῶν φωνὴ μεγάλη· |
| 7 |
And at their roaring every nation prepared for war, to fight against the nation of the righteous. | | καὶ τῇ φωνῇ αὐτῶν ἡτοιμάσθη πᾶν ἔθνος εἰς πόλεμον ὥστε πολεμῆσαι δικαίων ἔθνος. |
| 8 |
And behold, a day of darkness and gloom, tribulation and distress, affliction and great tumult upon the earth! | | καὶ ἰδοὺ ἡμέρα σκότους καὶ γνόφου, θλῖψις καὶ στενοχωρία, κάκωσις καὶ τάραχος μέγας ἐπὶ τῆς γῆς· |
| 9 |
And the whole righteous nation was troubled; they feared the evils that threatened them, and were ready to perish. | | καὶ ἐταράχθη δίκαιον πᾶν ἔθνος φοβούμενοι τὰ ἑαυτῶν κακὰ καὶ ἡτοιμάσθησαν ἀπολέσθαι καὶ ἐβόησαν πρὸς τὸν θεόν. |
| 10 |
Then they cried to God; and from their cry, as though from a tiny spring, there came a great river, with abundant water; | | ἀπὸ δὲ τῆς βοῆς αὐτῶν ἐγένετο ὡσανεὶ ἀπὸ μικρᾶς πηγῆς ποταμὸς μέγας, ὕδωρ πολύ· |
| 11 |
light came, and the sun rose, and the lowly were exalted and consumed those held in honour. | | φῶς καὶ ὁ ἥλιος ἀνέτειλεν, καὶ οἱ ταπεινοὶ ὑψώθησαν καὶ κατέφαγον τοὺς ἐνδόξους. - |
| 12 |
Mordecai saw in this dream what God had determined to do, and after he awoke he had it on his mind and sought all day to understand it in every detail. | | καὶ διεγερθεὶς Μαρδοχαῖος ὁ ἑωρακὼς τὸ ἐνύπνιον τοῦτο καὶ τί ὁ θεὸς βεβούλευται ποιῆσαι, εἶχεν αὐτὸ ἐν τῇ καρδίᾳ καὶ ἐν παντὶ λόγῳ ἤθελεν ἐπιγνῶναι αὐτὸ ἕως τῆς νυκτός. |
| |
|
<< | Esther: 11 | >> |
|