|
| | katapi NEW STUDY BIBLE | Esther:10 | LXX |
|
|
| 4 |
And Mordecai said, "These things have come from God. | Mordecai remembers his dream. Est.10.1-10 | Καὶ εἶπεν Μαρδοχαῖος Παρὰ τοῦ θεοῦ ἐγένετο ταῦτα· |
| 5 |
For I remember the dream that I had concerning these matters, and none of them has failed to be fulfilled. | | ἐμνήσθην γὰρ περὶ τοῦ ἐνυπνίου, οὗ εἶδον περὶ τῶν λόγων τούτων· οὐδὲ γὰρ παρῆλθεν ἀπ' αὐτῶν λόγος. |
| 6 |
The tiny spring which became a river, and there was light and the sun and abundant water - the river is Esther, whom the king married and made queen. | | ἡ μικρὰ πηγή, ἣ ἐγένετο ποταμὸς καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ· Εσθηρ ἐστὶν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησεν βασίλισσαν. |
| 7 |
The two dragons are Haman and myself. | | οἱ δὲ δύο δράκοντες ἐγώ εἰμι καὶ Αμαν. |
| 8 |
The nations are those that gathered to destroy the name of the Jews. | | τὰ δὲ ἔθνη τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ιουδαίων. |
| 9 |
And my nation, this is Israel, who cried out to God and were saved. The Lord has saved his people; the Lord has delivered us from all these evils; God has done great signs and wonders, which have not occurred among the nations. | | τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν Ισραηλ οἱ βοήσαντες πρὸς τὸν θεὸν καὶ σωθέντες· καὶ ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐρρύσατο κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων, καὶ ἐποίησεν ὁ θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσιν. |
| 10 |
For this purpose he made two lots, one for the people of God and one for all the nations. | | διὰ τοῦτο ἐποίησεν κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ θεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔθνεσιν· |
| 11 |
And these two lots came to the hour and moment and day of decision before God and among all the nations. | | καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ θεοῦ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν, |
| 12 |
And God remembered his people and vindicated his inheritance. | | καὶ ἐμνήσθη ὁ θεὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐδικαίωσεν τὴν κληρονομίαν αὐτοῦ. |
| 13 |
So they will observe these days in the month of Adar, on the fourteenth and fifteenth of that month, with an assembly and joy and gladness before God, from generation to generation for ever among his people Israel." | | καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ Αδαρ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ισραηλ. |
| |
|
<< | Esther: 10 | >> |
|