katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1
about 1 Esdras | APOCRYPHA | contents | by passage | ←search || search→ | in flowing text

 Revised Standard Version1 Esdras:2LXX  

1 In the first year of Cyrus as king of the Persians, that the word of the Lord by the mouth of Jeremiah might be accomplished, The Edict of Cyrus. 1Esd.2.1-15 | 2Chr.36.22-23 | Ez.1.1-11Βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι Ιερεμιου,
2 the Lord stirred up the spirit of Cyrus king of the Persians, and he made a proclamation throughout all his kingdom and also put it in writing:  ἤγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διὰ γραπτῶν λέγων
3 "Thus says Cyrus king of the Persians: The Lord of Israel, the Lord Most High, has made me king of the world,  Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος Ἑμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ισραηλ, κύριος ὁ ὕψιστος,
4 and he has commanded me to build him a house at Jerusalem, which is in Judea.  καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ.
5 If any one of you, therefore, is of his people, may his Lord be with him, and let him go up to Jerusalem, which is in Judea, and build the house of the Lord of Israel - he is the Lord who dwells in Jerusalem,  εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ κύριος αὐτοῦ μετ' αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ισραηλ [οὗτος ὁ κύριος ὁ κατασκηνώσας ἐν Ιερουσαλημ].
6 and let each man, wherever he may live, be helped by the men of his place with gold and silver,  ὅσοι οὖν κατὰ τόπους οἰκοῦσιν, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ ἐν δόσεσιν μεθ' ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ' εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ιερουσαλημ. -
7 with gifts and with horses and cattle, besides the other things added as votive offerings for the temple of the Lord which is in Jerusalem."  ἐν δόσεσιν μεθ' ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ' εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ιερουσαλημ. -
8 Then arose the heads of families of the tribes of Judah and Benjamin, and the priests and the Levites, and all whose spirit the Lord had stirred to go up to build the house in Jerusalem for the Lord;  καὶ καταστάντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ιουδα καὶ Βενιαμιν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων ὧν ἤγειρεν κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ κυρίῳ τὸν ἐν Ιερουσαλημ,
9 and their neighbors helped them with everything, with silver and gold, with horses and cattle, and with a very great number of votive offerings from many whose hearts were stirred.  καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν, ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις καὶ κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν, ὧν ὁ νοῦς ἠγέρθη.
10 Cyrus the king also brought out the holy vessels of the Lord which Nebuchadnezzar had carried away from Jerusalem and stored in his temple of idols.  καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἱερὰ σκεύη τοῦ κυρίου, ἃ μετήγαγεν Ναβουχοδονοσορ ἐξ Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ εἰδωλίῳ·
11 When Cyrus king of the Perians brought these out, he gave them to Mithridates his treasurer,  ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι,
12 and by him they were given to Sheshbazzar the governor of Judea.  διὰ δὲ τούτου παρεδόθησαν Σαναβασσάρῳ προστάτῃ τῆς Ιουδαίας.
13 The number of these was: a thousand gold cups, a thousand silver cups, twenty-nine silver censers, thirty gold bowls, two thousand four hundred and ten silver bowls, and a thousand other vessels.  ὁ δὲ τούτων ἀριθμὸς ἦν· σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια.
14 All the vessels were handed over, gold and silver, five thousand four hundred and sixty-nine,  τὰ δὲ πάντα σκεύη διεκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα,
15 and they were carried back by Sheshbazzar with the returning exiles from Babylon to Jerusalem.  ἀνηνέχθη δὲ ὑπὸ Σαναβασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ιεροσόλυμα.
16 But in the time of Artaxerxes king of the Persians, Bishlam, Mithridates, Tabeel, Rehum, Beltethmus, Shimshai the scribe, and the rest of their associates, living in Samaria and other places, wrote him the following letter, against those who were living in Judea and Jerusalem: Opposition to rebuilding Jerusalem. 1Esd.2.16-30 | Ez.4.7-24Ἑν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνοις κατέγραψεν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ Βεσλεμος καὶ Μιθραδάτης καὶ Ταβελλιος καὶ Ραουμος καὶ Βεελτέεμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν
17 "To King Artaxerxes our lord, Your servants Rehum the recorder and Shimshai the scribe and the other judges of their council in Coelesyria and Phoenicia:  Βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ραουμος ὁ τὰ προσπίπτοντα καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ·
18 Now be it known to our lord the king that the Jews who came up from you to us have gone to Jerusalem and are building that rebellious and wicked city, repairing its market places and walls and laying the foundations for a temple.  καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι οἱ Ιουδαῖοι ἀναβάντες παρ' ὑμῶν πρὸς ἡμᾶς, ἐλθόντες εἰς Ιερουσαλημ, τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται.
19 Now if this city is built and the walls finished, they will not only refuse to pay tribute but will even resist kings.  ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται.
20 And since the building of the temple is now going on, we think it best not to neglect such a matter,  καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο,
21 but to speak to our lord the king, in order that, if it seems good to you, search may be made in the records of your fathers.  ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ, ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις·
22 You will find in the chronicles what has been written about them, and will learn that this city was rebellious, troubling both kings and other cities,  καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι' ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη.
23 and that the Jews were rebels and kept setting up blockades in it from of old. That is why this city was laid waste.  καὶ οἱ Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι' ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη.
24 Therefore we now make known to you, O lord and king, that if this city is built and its walls finished, you will no longer have access to Coelesyria and Phoenicia."  νῦν οὖν ὑποδείκνυμέν σοι, κύριε βασιλεῦ, διότι, ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, κάθοδός σοι οὐκέτι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην. -
25 Then the king, in reply to Rehum the recorder and Beltethmus and Shimshai the scribe and the others associated with them and living in Samaria and Syria and Phoenicia, wrote as follows:  τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραούμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτεέμῳ καὶ Σαμσαίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα
26 "I have read the letter which you sent me. So I ordered search to be made, and it has been found that this city from of old has fought against kings,  Ἀνέγνων τὴν ἐπιστολήν, ἣν πεπόμφατε πρός με. ἐπέταξα οὖν ἐπισκέψασθαι, καὶ εὑρέθη ὅτι ἐστὶν ἡ πόλις ἐκείνη ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα,
27 and that the men in it were given to rebellion and war, and that mighty and cruel kings ruled in Jerusalem and exacted tribute from Coelesyria and Phoenicia.  καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ιερουσαλημ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην.
28 Therefore I have now issued orders to prevent these men from building the city and to take care that nothing more be done  νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν καὶ προνοηθῆναι ὅπως μηθὲν παρὰ ταῦτα γένηται
29 and that such wicked proceedings go no further to the annoyance of kings."  καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι. -
30 Then, when the letter from King Artaxerxes was read, Rehum and Shimshai the scribe and their associates went in haste to Jerusalem, with horsemen and a multitude in battle array, and began to hinder the builders. And the building of the temple in Jerusalem ceased until the second year of the reign of Darius king of the Persians.  τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων ὁ Ραουμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ιερουσαλημ μεθ' ἵππου καὶ ὄχλου παρατάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας.
    << | 1 Esdras: 2 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
Revised Standard Version of the Bible, copyright 1952 [2nd edition, 1971], Apocrypha, copyright 1957; The Third and Fourth Books of the Maccabees and Psalm 151, copyright 1977, by the Division of Christian Education of the National Council of the Churches of Christ in the United States of America. Used by permission. All rights reserved.
The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.