katapi NEW STUDY BIBLE | 2 Maccabees:6 | LXX | ||
1 | Not long after this, the king sent an Athenian senator to compel the Jews to forsake the laws of their fathers and cease to live by the laws of God, | Persecution of the Jews. 2Mace.6.1-11 | Μετ οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα Ἀθηναῖον ἀναγκάζειν τοὺς Ιουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων καὶ τοῖς τοῦ θεοῦ νόμοις μὴ πολιτεύεσθαι, | |
2 | and also to pollute the temple in Jerusalem and call it the temple of Olympian Zeus, and to call the one in Gerizim the temple of Zeus the Friend of Strangers, as did the people who dwelt in that place. | μολῦναι δὲ καὶ τὸν ἐν Ιεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς Ὀλυμπίου καὶ τὸν ἐν Γαριζιν, καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς Ξενίου. | ||
3 | Harsh and utterly grievous was the onslaught of evil. | χαλεπὴ δὲ καὶ τοῖς ὅλοις ἦν δυσχερὴς ἡ ἐπίτασις τῆς κακίας. | ||
4 | For the temple was filled with debauchery and reveling by the Gentiles, who dallied with harlots and had intercourse with women within the sacred precincts, and besides brought in things for sacrifice that were unfit. | τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ὑπὸ τῶν ἐθνῶν ἐπεπληροῦτο ῥᾳθυμούντων μεθ' ἑταιρῶν καὶ ἐν τοῖς ἱεροῖς περιβόλοις γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον εἰσφερόντων. | ||
5 | The altar was covered with abominable offerings which were forbidden by the laws. | τὸ δὲ θυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀθεμίτοις ἐπεπλήρωτο. | ||
6 | A man could neither keep the sabbath, nor observe the feasts of his fathers, nor so much as confess himself to be a Jew. | ἦν δ' οὔτε σαββατίζειν οὔτε πατρῴους ἑορτὰς διαφυλάττειν οὔτε ἁπλῶς Ιουδαῖον ὁμολογεῖν εἶναι, | ||
7 | On the monthly celebration of the king's birthday, the Jews were taken, under bitter constraint, to partake of the sacrifices; and when the feast of Dionysus came, they were compelled to walk in the procession in honour of Dionysus, wearing wreaths of ivy. | ἤγοντο δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν, γενομένης δὲ Διονυσίων ἑορτῆς ἠναγκάζοντο κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ. | ||
8 | At the suggestion of Ptolemy a decree was issued to the neighbouring Greek cities, that they should adopt the same policy toward the Jews and make them partake of the sacrifices, | ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας Ἑλληνίδας πόλεις Πτολεμαίου ὑποθεμένου τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ιουδαίων ἄγειν καὶ σπλαγχνίζειν, | ||
9 | and should slay those who did not choose to change over to Greek customs. One could see, therefore, the misery that had come upon them. | τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ Ἑλληνικὰ κατασφάζειν. παρῆν οὖν ὁρᾶν τὴν ἐνεστῶσαν ταλαιπωρίαν. | ||
10 | For example, two women were brought in for having circumcised their children. These women they publicly paraded about the city, with their babies hung at their breasts, then hurled them down headlong from the wall. | δύο γὰρ γυναῖκες ἀνήχθησαν περιτετμηκυῖαι τὰ τέκνα· τούτων δὲ ἐκ τῶν μαστῶν κρεμάσαντες τὰ βρέφη καὶ δημοσίᾳ περιαγαγόντες αὐτὰς τὴν πόλιν κατὰ τοῦ τείχους ἐκρήμνισαν. | ||
11 | Others who had assembled in the caves near by, to observe the seventh day secretly, were betrayed to Philip and were all burned together, because their piety kept them from defending themselves, in view of their regard for that most holy day. | ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἄγειν τὴν ἑβδομάδα μηνυθέντες τῷ Φιλίππῳ συνεφλογίσθησαν διὰ τὸ εὐλαβῶς ἔχειν βοηθῆσαι ἑαυτοῖς κατὰ τὴν δόξαν τῆς σεμνοτάτης ἡμέρας. | ||
12 | Now I urge those who read this book not to be depressed by such calamities, but to recognize that these punishments were designed not to destroy but to discipline our people. | The LORD punishes & shows mercy. 2Mace.6.12-17 | Παρακαλῶ οὖν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς, λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· | |
13 | In fact, not to let the impious alone for long, but to punish them immediately, is a sign of great kindness. | καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι τοὺς δυσσεβοῦντας, ἀλλ' εὐθέως περιπίπτειν ἐπιτίμοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν. | ||
14 | For in the case of the other nations the Lord waits patiently to punish them until they have reached the full measure of their sins; but he does not deal in this way with us, | οὐ γὰρ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσαι, οὕτως καὶ ἐφ' ἡμῶν ἔκρινεν εἶναι, | ||
15 | in order that he may not take vengeance on us afterward when our sins have reached their height. | ἵνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ. | ||
16 | Therefore he never withdraws his mercy from us. Though he disciplines us with calamities, he does not forsake his own people. | διόπερ οὐδέποτε μὲν τὸν ἔλεον ἀφ' ἡμῶν ἀφίστησιν, παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν. | ||
17 | Let what we have said serve as a reminder; we must go on briefly with the story. | πλὴν ἕως ὑπομνήσεως ταῦθ ἡμῖν εἰρήσθω· δι' ὀλίγων δ' ἐλευστέον ἐπὶ τὴν διήγησιν. | ||
18 | Eleazar, one of the scribes in high position, a man now advanced in age and of noble presence, was being forced to open his mouth to eat swine's flesh. | Eleazor dies a martyr. 2Mace.6.18-31 | Ελεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος, ἀναχανὼν ἠναγκάζετο φαγεῖν ὕειον κρέας. | |
19 | But he, welcoming death with honour rather than life with pollution, went up to the the rack of his own accord, spitting out the flesh, | ὁ δὲ τὸν μετ' εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος, αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν, | ||
20 | as men ought to go who have the courage to refuse things that it is not right to taste, even for the natural love of life. | προπτύσας δὲ καθ' ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνασθαι ὧν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζῆν φιλοστοργίαν. | ||
21 | Those who were in charge of that unlawful sacrifice took the man aside, because of their long acquaintance with him, and privately urged him to bring meat of his own providing, proper for him to use, and pretend that he was eating the flesh of the sacrificial meal which had been commanded by the king, | οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαβόντες αὐτὸν κατ' ἰδίαν παρεκάλουν ἐνέγκαντα κρέα, οἷς καθῆκον αὐτῷ χρᾶσθαι, δι' αὐτοῦ παρασκευασθέντα, ὑποκριθῆναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν, | ||
22 | so that by doing this he might be saved from death, and be treated kindly on account of his old friendship with them. | ἵνα τοῦτο πράξας ἀπολυθῇ τοῦ θανάτου καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχῃ φιλανθρωπίας. | ||
23 | But making a high resolve, worthy of his years and the dignity of his old age and the gray hairs which he had reached with distinction and his excellent life even from childhood, and moreover according to the holy God-given law, he declared himself quickly, telling them to send him to Hades. | ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροφῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφήνατο ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην. | ||
24 | "Such pretence is not worthy of our time of life," he said, "lest many of the young should suppose that Eleazar in his ninetieth year has gone over to an alien religion, | Οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ελεαζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοφυλισμὸν | ||
25 | and through my pretence, for the sake of living a brief moment longer, they should be led astray because of me, while I defile and disgrace my old age. | καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῆν πλανηθῶσιν δι' ἐμέ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσωμαι. | ||
26 | For even if for the present I should avoid the punishment of men, yet whether I live or die I shall not escape the hands of the Almighty. | εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποθανὼν ἐκφεύξομαι. | ||
27 | Therefore, by manfully giving up my life now, I will show myself worthy of my old age | διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι, | ||
28 | and leave to the young a noble example of how to die a good death willingly and nobly for the revered and holy laws." When he had said this, he went at once to the rack. | τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευθανατίζειν. τοσαῦτα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐθέως ἦλθεν. | ||
29 | And those who a little before had acted toward him with good will now changed to ill will, because the words he had uttered were in their opinion sheer madness. | τῶν δὲ ἀγόντων πρὸς αὐτὸν τὴν μικρῷ πρότερον εὐμένειαν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους, ὡς αὐτοὶ διελάμβανον, ἀπόνοιαν εἶναι, | ||
30 | When he was about to die under the blows, he groaned aloud and said: " It is clear to the Lord in his holy knowledge that, though I might have been saved from death, I am enduring terrible sufferings in my body under this beating, but in my soul I am glad to suffer these things because I fear him. " | μέλλων δὲ ταῖς πληγαῖς τελευτᾶν ἀναστενάξας εἶπεν Τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου σκληρὰς ὑποφέρω κατὰ τὸ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω. | ||
31 | So in this way he died, leaving in his death an example of nobility and a memorial of courage, not only to the young but to the great body of his nation. | καὶ οὗτος οὖν τοῦτον τὸν τρόπον μετήλλαξεν οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔθνους τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γενναιότητος καὶ μνημόσυνον ἀρετῆς καταλιπών. | ||
<< | 2 Maccabees: 6 | >> |
---|