|
| katapi NEW STUDY BIBLE | 2 Maccabees:5 | LXX |
|
|
1 |
About this time Antiochus made his second invasion of Egypt. | Visions of battle. 2Mace.5.1-4 | Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἔφοδον ὁ Ἀντίοχος εἰς Αἴγυπτον ἐστείλατο. |
2 |
And it happened that over all the city, for almost forty days, there appeared golden-clad horsemen charging through the air, in companies fully armed with lances and drawn swords - | | συνέβη δὲ καθ' ὅλην τὴν πόλιν σχεδὸν ἐφ' ἡμέρας τεσσαράκοντα φαίνεσθαι διὰ τῶν ἀέρων τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους καὶ μαχαιρῶν σπασμοὺς |
3 |
troops of horsemen drawn up, attacks and counterattacks made on this side and on that, brandishing of shields, massing of spears, hurling of missiles, the flash of golden trappings, and armor of all sorts. | | καὶ ἴλας ἵππων διατεταγμένας καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέρων καὶ ἀσπίδων κινήσεις καὶ καμάκων πλήθη καὶ βελῶν βολὰς καὶ χρυσέων κόσμων ἐκλάμψεις καὶ παντοίους θωρακισμούς. |
4 |
Therefore all men prayed that the apparition might prove to have been a good omen. | | διὸ πάντες ἠξίουν ἐπ' ἀγαθῷ τὴν ἐπιφάνειαν γεγενῆσθαι. |
5 |
When a false rumor arose that Antiochus was dead, Jason took no less than a thousand men and suddenly made an assault upon the city. When the troops upon the wall had been forced back and at last the city was being taken, Menelaus took refuge in the citadel. | Jason attacks Jerusalem. 2Mace.5.5-10 | γενομένης δὲ λαλιᾶς ψευδοῦς ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν. |
6 |
But Jason kept relentlessly slaughtering his fellow citizens, not realizing that success at the cost of one's kindred is the greatest misfortune, but imagining that he was setting up trophies of victory over enemies and not over fellow countrymen. | | ὁ δὲ Ἰάσων ἐποιεῖτο σφαγὰς τῶν πολιτῶν τῶν ἰδίων ἀφειδῶς οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην, δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι. |
7 |
He did not gain control of the government, however; and in the end got only disgrace from his conspiracy, and fled again into the country of the Ammonites. | | τῆς μὲν ἀρχῆς οὐκ ἐκράτησεν, τὸ δὲ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβὼν φυγὰς πάλιν εἰς τὴν Αμμανῖτιν ἀπῆλθεν. |
8 |
Finally he met a miserable end. Accused before Aretas the ruler of the Arabs, fleeing from city to city, pursued by all men, hated as a rebel against the laws, and abhorred as the executioner of his country and his fellow citizens, he was cast ashore in Egypt; | | πέρας οὖν κακῆς καταστροφῆς ἔτυχεν. ἐγκληθεὶς πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων τύραννον πόλιν ἐκ πόλεως φεύγων διωκόμενος ὑπὸ πάντων στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος εἰς Αἴγυπτον ἐξεβράσθη, |
9 |
and he who had driven many from their own country into exile died in exile, having embarked to go to the Lacedaemonians in hope of finding protection because of their kinship. | | καὶ ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο πρὸς Λακεδαιμονίους ἀναχθεὶς ὡς διὰ τὴν συγγένειαν τευξόμενος σκέπης. |
10 |
He who had cast out many to lie unburied had no one to mourn for him; he had no funeral of any sort and no place in the tomb of his fathers. | | καὶ ὁ πλῆθος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη καὶ κηδείας οὐδ' ἡστινοσοῦν οὔτε πατρῴου τάφου μετέσχεν. |
11 |
When news of what had happened reached the king, he took it to mean that Judea was in revolt. So, raging inwardly, he left Egypt and took the city by storm. | Antiochus attacks Jerusalem. 2Mace.5.11-20 | 1Mace.1.20-63 | Προσπεσόντων δὲ τῷ βασιλεῖ περὶ τῶν γεγονότων διέλαβεν ἀποστατεῖν τὴν Ιουδαίαν· ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ ἔλαβεν τὴν μὲν πόλιν δοριάλωτον |
12 |
And he commanded his soldiers to cut down relentlessly every one they met and to slay those who went into the houses. | | καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐμπίπτοντας καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασφάζειν. |
13 |
Then there was killing of young and old, destruction of boys, women, and children, and slaughter of virgins and infants. | | ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις, ἀνήβων τε καὶ γυναικῶν καὶ τέκνων ἀφανισμός, παρθένων τε καὶ νηπίων σφαγαί. |
14 |
Within the total of three days eighty thousand were destroyed, forty thousand in hand-to-hand fighting; and as many were sold into slavery as were slain. | | ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν, τέσσαρες μὲν ἐν χειρῶν νομαῖς, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν. |
15 |
Not content with this, Antiochus dared to enter the most holy temple in all the world, guided by Menelaus, who had become a traitor both to the laws and to his country. | | οὐκ ἀρκεσθεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν ὁδηγὸν ἔχων τὸν Μενέλαον τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα |
16 |
He took the holy vessels with his polluted hands, and swept away with profane hands the votive offerings which other kings had made to enhance the glory and honour of the place. | | καὶ ταῖς μιαραῖς χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων καὶ τὰ ὑπ' ἄλλων βασιλέων ἀνατεθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμὴν ταῖς βεβήλοις χερσὶν συσσύρων. |
17 |
Antiochus was elated in spirit, and did not perceive that the Lord was angered for a little while because of the sins of those who dwelt in the city, and that therefore he was disregarding the holy place. | | καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης, διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις. |
18 |
But if it had not happened that they were involved in many sins, this man would have been scourged and turned back from his rash act as soon as he came forward, just as Heliodourus was, whom Seleucus the king sent to inspect the treasury. | | εἰ δὲ μὴ συνέβη προσενέχεσθαι πολλοῖς ἁμαρτήμασιν, καθάπερ ἦν ὁ Ἡλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους. |
19 |
But the Lord did not choose the nation for the sake of the holy place, but the place for the sake of the nation. | | ἀλλ' οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο. |
20 |
Therefore the place itself shared in the misfortunes that befell the nation and afterward participated in its benefits; and what was forsaken in the wrath of the Almighty was restored again in all its glory when the great Lord became reconciled. | | διόπερ καὶ αὐτὸς ὁ τόπος συμμετασχὼν τῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων ὕστερον εὐεργετημάτων ἐκοινώνησεν, καὶ ὁ καταλειφθεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη. |
21 |
So Antiochus carried off eighteen hundred talents from the temple, and hurried away to Antioch, thinking in his arrogance that he could sail on the land and walk on the sea, because his mind was elated. | Another attack against Jerusalem. 2Mace.5.21-27 | Ὁ γοῦν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς τὴν Ἀντιόχειαν ἐχωρίσθη οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας. |
22 |
And he left governors to afflict the people: at Jerusalem, Philip, by birth a Phrygian and in character more barbarous than the men who appointed him; | | κατέλιπεν δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μὲν Ιεροσολύμοις Φίλιππον, τὸ μὲν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος, |
23 |
and at Gerizim, Andronicus; and besides these Menelaus, who lorded it over his fellow citizens worse than the others did. In his malice toward the Jewish citizens, | | ἐν δὲ Γαριζιν Ἀνδρόνικον, πρὸς δὲ τούτοις Μενέλαον, ὃς χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας Ιουδαίους ἔχων διάθεσιν. |
24 |
Antiochus sent Apollonius, the captain of the Mysians, with an army of twenty-two thousand, and commanded him to slay all the grown men and to sell the women and boys as slaves. | | ἔπεμψεν δὲ τὸν Μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος, δισμυρίους δὲ πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δὲ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν. |
25 |
When this man arrived in Jerusalem, he pretended to be peaceably disposed and waited until the holy sabbath day; then, finding the Jews not at work, he ordered his men to parade under arms. | | οὗτος δὲ παραγενόμενος εἰς Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθεὶς ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου καὶ λαβὼν ἀργοῦντας τοὺς Ιουδαίους τοῖς ὑφ' ἑαυτὸν ἐξοπλησίαν παρήγγειλεν |
26 |
He put to the sword all those who came out to see them, then rushed into the city with his armed men and killed great numbers of people. | | καὶ τοὺς ἐξελθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησεν καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσεν πλήθη. |
27 |
But Judas Maccabeus, with about nine others, got away to the wilderness, and kept himself and his companions alive in the mountains as wild animals do; they continued to live on what grew wild, so that they might not share in the defilement. | | Ιουδας δὲ ὁ καὶ Μακκαβαῖος δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον θηρίων τρόπον ἐν τοῖς ὄρεσιν διέζη σὺν τοῖς μετ' αὐτοῦ, καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ. |
|
|
<< | 2 Maccabees: 5 | >> |
|