katapi NEW STUDY BIBLE | 2 Maccabees:3 | LXX | ||
1 | While the holy city was inhabited in unbroken peace and the laws were very well observed because of the piety of the high priest Onias and his hatred of wickedness, | The augument between Onias & Simon. 2Mace.3.1-6 | Τῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν | |
2 | it came about that the kings themselves honoured the place and glorified the temple with the finest presents, | συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν | ||
3 | so that even Seleucus, the king of Asia, defrayed from his own revenues all the expenses connected with the service of the sacrifices. | ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα. | ||
4 | But a man named Simon, of the tribe of Benjamin, who had been made captain of the temple, had a disagreement with the high priest about the administration of the city market; | Σιμων δέ τις ἐκ τῆς Βενιαμιν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας· | ||
5 | and when he could not prevail over Onias he went to Apollonius of Tarsus, who at that time was governor of Coelesyria and Phoenicia. | καὶ νικῆσαι τὸν Ονιαν μὴ δυνάμενος ἦλθεν πρὸς Ἀπολλώνιον Θαρσεου τὸν κατ' ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν | ||
6 | He reported to him that the treasury in Jerusalem was full of untold sums of money, so that the amount of the funds could not be reckoned, and that they did not belong to the account of the sacrifices, but that it was possible for them to fall under the control of the king. | καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοφυλάκιον ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα. | ||
7 | When Apollonius met the king, he told him of the money about which he had been informed. The king chose Heliodourus, who was in charge of his affairs, and sent him with commands to effect the removal of the aforesaid money. | Heliodorus sent to Jerusalem. 2Mace.3.7-12 | συμμείξας δὲ ὁ Ἀπολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι. | |
8 | Heliodourus at once set out on his journey, ostensibly to make a tour of inspection of the cities of Coelesyria and Phoenicia, but in fact to carry out the king's purpose. | εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορείαν, τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελεῖν. | ||
9 | When he had arrived at Jerusalem and had been kindly welcomed by the high priest of the city, he told about the disclosure that had been made and stated why he had come, and he inquired whether this really was the situation. | παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει. | ||
10 | The high priest explained that there were some deposits belonging to widows and orphans, | τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν, | ||
11 | and also some money of Hyrcanus, son of Tobias, a man of very prominent position, and that it totaled in all four hundred talents of silver and two hundred of gold. To such an extent the impious Simon had misrepresented the facts. | τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου - οὕτως ἦν διαβάλλων ὁ δυσσεβὴς Σιμων - , τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια· | ||
12 | And he said that it was utterly impossible that wrong should be done to those people who had trusted in the holiness of the place and in the sanctity and inviolability of the temple which is honoured throughout the whole world. | ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι. | ||
13 | But Heliodourus, because of the king's commands which he had, said that this money must in any case be confiscated for the king's treasury. | Heliodorus plans to enter the temple. 2Mace.3.13-21 | ὁ δὲ Ἡλιόδωρος, δι' ἃς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι. | |
14 | So he set a day and went in to direct the inspection of these funds. There was no little distress throughout the whole city. | ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθ' ὅλην τὴν πόλιν ἀγωνία. | ||
15 | The priests prostrated themselves before the altar in their priestly garments and called toward heaven upon him who had given the law about deposits, that he should keep them safe for those who had deposited them. | οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῶα διαφυλάξαι. | ||
16 | To see the appearance of the high priest was to be wounded at heart, for his face and the change in his colour disclosed the anguish of his soul. | ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν· | ||
17 | For terror and bodily trembling had come over the man, which plainly showed to those who looked at him the pain lodged in his heart. | περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι' ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος. | ||
18 | People also hurried out of their houses in crowds to make a general supplication because the holy place was about to be brought into contempt. | ἔτι δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον. | ||
19 | Women, girded with sackcloth under their breasts, thronged the streets. Some of the maidens who were kept indoors ran together to the gates, and some to the walls, while others peered out of the windows. | ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον· | ||
20 | And holding up their hands to heaven, they all made entreaty. | πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν· | ||
21 | There was something pitiable in the prostration of the whole populace and the anxiety of the high priest in his great anguish. | ἐλεεῖν δ' ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν. | ||
22 | While they were calling upon the Almighty Lord that he would keep what had been entrusted safe and secure for those who had entrusted it, | The LORD protects his temple. 2Mace.3.22-28 | οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας. | |
23 | Heliodourus went on with what had been decided. | ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει. | ||
24 | But when he arrived at the treasury with his bodyguard, then and there the Sovereign of spirits and of all authority caused so great a manifestation that all who had been so bold as to accompany him were astounded by the power of God, and became faint with terror. | αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι· | ||
25 | For there appeared to them a magnificently caparisoned horse, with a rider of frightening mien, and it rushed furiously at Heliodourus and struck at him with its front hoofs. Its rider was seen to have armor and weapons of gold. | ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων. | ||
26 | Two young men also appeared to him, remarkably strong, gloriously beautiful and splendidly dressed, who stood on each side of him and scourged him continuously, inflicting many blows on him. | ἕτεροι δὲ δύο προσεφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τὴν δόξαν, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς. | ||
27 | When he suddenly fell to the ground and deep darkness came over him, his men took him up and put him on a stretcher | ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες | ||
28 | and carried him away, this man who had just entered the aforesaid treasury with a great retinue and all his bodyguard but was now unable to help himself; and they recognized clearly the sovereign power of God. | τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα φανερῶς τὴν τοῦ θεοῦ δυναστείαν ἐπεγνωκότες. | ||
29 | While he lay prostrate, speechless because of the divine intervention and deprived of any hope of recovery, | Onias prays for the recovery of Heliodorus. 2Mace.3.29-34 | καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο, | |
30 | they praised the Lord who had acted marvelously for his own place. And the temple, which a little while before was full of fear and disturbance, was filled with joy and gladness, now that the Almighty Lord had appeared. | οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο. | ||
31 | Quickly some of Heliodourus' friends asked Onias to call upon the Most High and to grant life to one who was lying quite at his last breath. | ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασθαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ. | ||
32 | And the high priest, fearing that the king might get the notion that some foul play had been perpetrated by the Jews with regard to Heliodourus, offered sacrifice for the man's recovery. | ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσθαι προσήγαγεν θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας. | ||
33 | While the high priest was making the offering of atonement, the same young men appeared again to Heliodourus dressed in the same clothing, and they stood and said, "Be very grateful to Onias the high priest, since for his sake the Lord has granted you your life. | ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον Πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος· | ||
34 | And see that you, who have been scourged by heaven, report to all men the majestic power of God." Having said this they vanished. | σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο. | ||
35 | Then Heliodourus offered sacrifice to the Lord and made very great vows to the Saviour of his life, and having bidden Onias farewell, he marched off with his forces to the king. | Heliodorus praises the LORD. 2Mace.3.35-40 | ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενέγκας τῷ κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα. | |
36 | And he bore testimony to all men of the deeds of the supreme God, which he had seen with his own eyes. | ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ' ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου θεοῦ. | ||
37 | When the king asked Heliodourus what sort of person would be suitable to send on another mission to Jerusalem, he replied, | τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ιεροσόλυμα, ἔφησεν | ||
38 | "If you have any enemy or plotter against your government, send him there, for you will get him back thoroughly scourged, if he escapes at all, for there certainly is about the place some power of God. | Εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν· | ||
39 | For he who has his dwelling in heaven watches over that place himself and brings it aid, and he strikes and destroys those who come to do it injury." | αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει. | ||
40 | This was the outcome of the episode of Heliodourus and the protection of the treasury. | καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν. | ||
<< | 2 Maccabees: 3 | |
---|