katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1
about 2 Maccabees | APOCRYPHA | contents | by passage | ←search || search→ | in flowing text

 katapi NEW STUDY BIBLE2 Maccabees:10 LXX  

1 Now Maccabeus and his followers, the Lord leading them on, recovered the temple and the city; Rededication of the temple. 2Mace.10.1-8 | 1Mace.4.36-61Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ τοῦ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν,
2 and they tore down the altars which had been built in the public square by the foreigners, and also destroyed the sacred precincts.  τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καθεῖλαν
3 They purified the sanctuary, and made another altar of sacrifice; then, striking fire out of flint, they offered sacrifices, after a lapse of two years, and they burned incense and lighted lamps and set out the bread of the Presence.  καὶ τὸν νεὼ καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πῦρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο.
4 And when they had done this, they fell prostrate and besought the Lord that they might never again fall into such misfortunes, but that, if they should ever sin, they might be disciplined by him with forbearance and not be handed over to blasphemous and barbarous nations.  ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλ' ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπ' αὐτοῦ μετὰ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι.
5 It happened that on the same day on which the sanctuary had been profaned by the foreigners, the purification of the sanctuary took place, that is, on the twenty-fifth day of the same month, which was Chislev.  ἐν ᾗ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνός, ὅς ἐστιν Χασελευ.
6 And they celebrated it for eight days with rejoicing, in the manner of the feast of booths, remembering how not long before, during the feast of booths, they had been wandering in the mountains and caves like wild animals.  καὶ μετ' εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι.
7 Therefore bearing ivy-wreathed wands and beautiful branches and also fronds of palm, they offered hymns of thanksgiving to him who had given success to the purifying of his own holy place.  διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ καὶ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον.
8 They decreed by public ordinance and vote that the whole nation of the Jews should observe these days every year.  ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ιουδαίων ἔθνει κατ' ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας.
9 Such then was the end of Antiochus, who was called Epiphanes. Ptolemy Macron commits suicide. 2Mace.10.9-13καὶ τὰ μὲν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἑπιφανοῦς τελευτῆς οὕτως εἶχεν.
10 Now we will tell what took place under Antiochus Eupator, who was the son of that ungodly man, and will give a brief summary of the principal calamities of the wars.  Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τῶν πολέμων κακά.
11 This man, when he succeeded to the kingdom, appointed one Lysias to have charge of the government and to be chief governor of Coelesyria and Phoenicia.  οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον.
12 Ptolemy, who was called Macron, took the lead in showing justice to the Jews because of the wrong that had been done to them, and attempted to maintain peaceful relations with them.  Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν·
13 As a result he was accused before Eupator by the king's friends. He heard himself called a traitor at every turn, because he had abandoned Cyprus, which Philometor had entrusted to him, and had gone over to Antiochus Epiphanes. Unable to command the respect due his office, he took poison and ended his life.  ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ' ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἑπιφανῆ ἀναχωρῆσαι μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενίσας φαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον.
14 When Gorgias became governor of the region, he maintained a force of mercenaries, and at every turn kept on warring against the Jews. Judas Maccabaeus defeats the Idumeans. 2Mace.10.14-23 | 1Mace.5.1-8Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρ' ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόφει.
15 Besides this, the Idumeans, who had control of important strongholds, were harassing the Jews; they received those who were banished from Jerusalem, and endeavored to keep up the war.  ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν.
16 But Maccabeus and his men, after making solemn supplication and beseeching God to fight on their side, rushed to the strongholds of the Idumeans.  οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν,
17 Attacking them vigorously, they gained possession of the places, and beat off all who fought upon the wall, and slew those whom they encountered, killing no fewer than twenty thousand.  οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων.
18 When no less than nine thousand took refuge in two very strong towers well equipped to withstand a siege,  συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας
19 Maccabeus left Simon and Joseph, and also Zacchaeus and his men, a force sufficient to besiege them; and he himself set off for places where he was more urgently needed.  ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσθη.
20 But the men with Simon, who were money-hungry, were bribed by some of those who were in the towers, and on receiving seventy thousand drachmas let some of them slip away.  οἱ δὲ περὶ τὸν Σιμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ, ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι.
21 When word of what had happened came to Maccabeus, he gathered the leaders of the people, and accused these men of having sold their brethren for money by setting their enemies free to fight against them.  προσαγγελέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφοὺς τοὺς πολεμίους κατ' αὐτῶν ἀπολύσαντες.
22 Then he slew these men who had turned traitor, and immediately captured the two towers.  τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινεν, καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο.
23 Having success at arms in everything he undertook, he destroyed more than twenty thousand in the two strongholds.  τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασιν πλείους τῶν δισμυρίων.
24 Now Timothy, who had been defeated by the Jews before, gathered a tremendous force of mercenaries and collected the cavalry from Asia in no small number. He came on, intending to take Judea by storm. Jusad defeats Timothy. 2Mace.10.24-38Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν.
25 As he drew near, Maccabeus and his men sprinkled dust upon their heads and girded their loins with sackcloth, in supplication to God.  οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες
26 Falling upon the steps before the altar, they besought him to be gracious to them and to be an enemy to their enemies and an adversary to their adversaries, as the law declares.  ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες ἠξίουν ἵλεως αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς ὁ νόμος διασαφεῖ.
27 And rising from their prayer they took up their arms and advanced a considerable distance from the city; and when they came near to the enemy they halted.  γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ' ἑαυτῶν ἦσαν.
28 Just as dawn was breaking, the two armies joined battle, the one having as pledge of success and victory not only their valor but their reliance upon the Lord, while the other made rage their leader in the fight.  ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν.
29 When the battle became fierce, there appeared to the enemy from heaven five resplendent men on horses with golden bridles, and they were leading the Jews.  γενομένης δὲ καρτερᾶς μάχης ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ' ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ιουδαίων,
30 Surrounding Maccabeus and protecting him with their own armor and weapons, they kept him from being wounded. And they showered arrows and thunderbolts upon the enemy, so that, confused and blinded, they were thrown into disorder and cut to pieces.  οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν, διὸ συγχυθέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι.
31 Twenty thousand five hundred were slaughtered, besides six hundred horsemen.  κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι.
32 Timothy himself fled to a stronghold called Gazara, especially well garrisoned, where Chaereas was commander.  αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρεου.
33 Then Maccabeus and his men were glad, and they besieged the fort for four days.  οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας.
34 The men within, relying on the strength of the place, blasphemed terribly and hurled out wicked words.  οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προίεντο.
35 But at dawn of the fifth day, twenty young men in the army of Maccabeus, fired with anger because of the blasphemies, bravely stormed the wall and with savage fury cut down every one they met.  ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον·
36 Others who came up in the same way wheeled around against the defenders and set fire to the towers; they kindled fires and burned the blasphemers alive. Others broke open the gates and let in the rest of the force, and they occupied the city.  ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζῶντας τοὺς βλασφήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν.
37 They killed Timothy, who was hidden in a cistern, and his brother Chaereas, and Apollophanes.  καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν Ἀπολλοφάνην.
38 When they had accomplished these things, with hymns and thanksgivings they blessed the Lord who shows great kindness to Israel and gives them the victory.  ταῦτα δὲ διαπραξάμενοι μεθ' ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ισραηλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι.
    << | 2 Maccabees: 10 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi NEW STUDY BIBLE is a very light revision of the RSV. The changes are: (1) In places where 'the LORD', 'O LORD' occurs in the RSV, (it represents the tetragrammaton - YHWH - which is in the hebrew text), I have printed 'YHWH' in black. The later vowel sounds I have shown in the colour gray;
(2) I have removed the quotation marks and hyphens that were used in so many names in the RSV as an aid to correct pronunciation. This now brings it in line with all other English versions, and makes any word-search more accurate.
(3) I have changed all (I hope!) of the RSV archaic language sections to modern.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.