katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1
about 1 Maccabees | APOCRYPHA | contents | by passage | ←search || search→ | in flowing text

 katapi NEW STUDY BIBLE1 Maccabees:7LXX  

1 In the one hundred and fifty-first year Demetrius the son of Seleucus set forth from Rome, sailed with a few men to a city by the sea, and there began to reign. The high priest Alcimus & the campaign of Nicanor. (161 BCE) 1Mace.7.1-50 | 2Mace.14.1-36 | 2Mace.15.1-36Ἔτους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Δημήτριος ὁ τοῦ Σελεύκου ἐκ Ῥώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ.
2 As he was entering the royal palace of his fathers, the army seized Antiochus and Lysias to bring them to him.  καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ, καὶ συνέλαβον αἱ δυνάμεις τὸν Ἀντίοχον καὶ τὸν Λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ.
3 But when this act became known to him, he said, "Do not let me see their faces!"  καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα, καὶ εἶπεν Μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν.
4 So the army killed them, and Demetrius took his seat upon the throne of his kingdom.  καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις, καὶ ἐκάθισεν Δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ.
5 Then there came to him all the lawless and ungodly men of Israel; they were led by Alcimus, who wanted to be high priest.  καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ Ισραηλ, καὶ Ἄλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν.
6 And they brought to the king this accusation against the people: " Judas and his brothers have destroyed all your friends, and have driven us out of our land.  καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες Ἀπώλεσεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου, καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν·
7 Now then send a man whom you trust; let him go and see all the ruin which Judas has brought upon us and upon the land of the king, and let him punish them and all who help them."  νῦν οὖν ἀπόστειλον ἄνδρα, ᾧ πιστεύεις, καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν πᾶσαν, ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως, καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς.
8 So the king chose Bacchides, one of the king's friends, governor of the province Beyond the River; he was a great man in the kingdom and was faithful to the king.  καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν Βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ
9 And he sent him, and with him the ungodly Alcimus, whom he made high priest; and he commanded him to take vengeance on the sons of Israel.  καὶ ἀπέστειλεν αὐτὸν καὶ Ἄλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς Ισραηλ.
10 So they marched away and came with a large force into the land of Judah; and he sent messengers to Judas and his brothers with peaceable but treacherous words.  καὶ ἀπῇρον καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν Ιουδα· καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου.
11 But they paid no attention to their words, for they saw that they had come with a large force.  καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν· εἶδον γὰρ ὅτι ἦλθαν μετὰ δυνάμεως πολλῆς.
12 Then a group of scribes appeared in a body before Alcimus and Bacchides to ask for just terms.  καὶ ἐπισυνήχθησαν πρὸς Ἄλκιμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια,
13 The Hasideans were first among the sons of Israel to seek peace from them,  καὶ πρῶτοι οἱ Ασιδαῖοι ἦσαν ἐν υἱοῖς Ισραηλ καὶ ἐπεζήτουν παρ' αὐτῶν εἰρήνην·
14 for they said, "A priest of the line of Aaron has come with the army, and he will not harm us."  εἶπον γάρ Ἄνθρωπος ἱερεὺς ἐκ σπέρματος Ααρων ἦλθεν ἐν ταῖς δυνάμεσιν καὶ οὐκ ἀδικήσει ἡμᾶς.
15 And he spoke peaceable words to them and swore this oath to them, "We will not seek to injure you or your friends."  καὶ ἐλάλησεν μετ' αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων Οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν.
16 So they trusted him; but he seized sixty of them and killed them in one day, in accordance with the word which was written,  καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον, ὃν ἔγραψεν αὐτόν
17 "The flesh of your saints and their blood
they poured out round about Jerusalem,
and there was none to bury them."
 Σάρκας ὁσίων σου καὶ αἷμα αὐτῶν ἐξέχεαν κύκλῳ Ιερουσαλημ,
καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων.
18 Then the fear and dread of them fell upon all the people, for they said, "There is no truth or justice in them, for they have violated the agreement and the oath which they swore."  καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος εἰς πάντα τὸν λαόν, ὅτι εἶπον Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις, παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον, ὃν ὤμοσαν.
19 Then Bacchides departed from Jerusalem and encamped in Beth-zaith. And he sent and seized many of the men who had deserted to him, and some of the people, and killed them and threw them into a great pit.  καὶ ἀπῆρεν Βακχίδης ἀπὸ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βηθζαιθ καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετ' αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα.
20 He placed Alcimus in charge of the country and left with him a force to help him; then Bacchides went back to the king.  καὶ κατέστησεν τὴν χώραν τῷ Ἀλκίμῳ καὶ ἀφῆκεν μετ' αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ· καὶ ἀπῆλθεν Βακχίδης πρὸς τὸν βασιλέα.
21 Alcimus strove for the high priesthood,  καὶ ἠγωνίσατο Ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης,
22 and all who were troubling their people joined him. They gained control of the land of Judah and did great damage in Israel.  καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν Ιουδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ισραηλ.
23 And Judas saw all the evil that Alcimus and those with him had done among the sons of Israel; it was more than the Gentiles had done.  καὶ εἶδεν Ιουδας πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν Ἄλκιμος καὶ οἱ μετ' αὐτοῦ ἐν υἱοῖς Ισραηλ ὑπὲρ τὰ ἔθνη,
24 So Judas went out into all the surrounding parts of Judea, and took vengeance on the men who had deserted, and he prevented those in the city from going out into the country.  καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς Ιουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσιν τοῖς αὐτομολήσασιν, καὶ ἀνεστάλησαν τοῦ ἐκπορεύεσθαι εἰς τὴν χώραν.
25 When Alcimus saw that Judas and those with him had grown strong, and realized that he could not withstand them, he returned to the king and brought wicked charges against them.  ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ' αὐτοῦ, καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς, καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά.
26 Then the king sent Nicanor, one of his honoured princes, who hated and detested Israel, and he commanded him to destroy the people.  Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ισραηλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν.
27 So Nicanor came to Jerusalem with a large force, and treacherously sent to Judas and his brothers this peaceable message,  καὶ ἦλθεν Νικάνωρ εἰς Ιερουσαλημ δυνάμει πολλῇ, καὶ ἀπέστειλεν πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων
28 "Let there be no fighting between me and you; I shall come with a few men to see you face to face in peace."  Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· ἥξω ἐν ἀνδράσιν ὀλίγοις, ἵνα ἴδω ὑμῶν τὰ πρόσωπα μετ' εἰρήνης.
29 So he came to Judas, and they greeted one another peaceably. But the enemy were ready to seize Judas.  καὶ ἦλθεν πρὸς Ιουδαν, καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς· καὶ οἱ πολέμιοι ἕτοιμοι ἦσαν ἐξαρπάσαι τὸν Ιουδαν.
30 It became known to Judas that Nicanor had come to him with treacherous intent, and he was afraid of him and would not meet him again.  καὶ ἐγνώσθη ὁ λόγος τῷ Ιουδα ὅτι μετὰ δόλου ἦλθεν ἐπ' αὐτόν, καὶ ἐπτοήθη ἀπ' αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ.
31 When Nicanor learned that his plan had been disclosed, he went out to meet Judas in battle near Caphar-salama.  καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαφαρσαλαμα.
32 About five hundred men of the army of Nicanor fell, and the rest fled into the city of David.  καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακόσιοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυιδ.
33 After these events Nicanor went up to Mount Zion. Some of the priests came out of the sanctuary, and some of the elders of the people, to greet him peaceably and to show him the burnt offering that was being offered for the king.  Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς ὄρος Σιων. καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως.
34 But he mocked them and derided them and defiled them and spoke arrogantly,  καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως·
35 and in anger he swore this oath, "Unless Judas and his army are delivered into my hands this time, then if I return safely I will burn up this house." And he went out in great anger.  καὶ ὤμοσεν μετὰ θυμοῦ λέγων Ἑὰν μὴ παραδοθῇ Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐμπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλθεν μετὰ θυμοῦ μεγάλου.
36 Then the priests went in and stood before the altar and the temple, and they wept and said,  καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον
37 "You chose this house to be called by your name,
and to be for your people a house of prayer and supplication.
 Σὺ ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπ' αὐτοῦ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου·
38 Take vengeance on this man and on his army,
and let them fall by the sword;
remember their blasphemies,
and let them live no longer."
 ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ,
καὶ πεσέτωσαν ἐν ῥομφαίᾳ·
μνήσθητι τῶν δυσφημιῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν.
39 Now Nicanor went out from Jerusalem and encamped in Beth-horon, and the Syrian army joined him.  καὶ ἐξῆλθεν Νικάνωρ ἐξ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βαιθωρων, καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας.
40 And Judas encamped in Adasa with three thousand men. Then Judas prayed and said,  καὶ Ιουδας παρενέβαλεν ἐν Αδασα ἐν τρισχιλίοις ἀνδράσιν· καὶ προσηύξατο Ιουδας καὶ εἶπεν
41 "When the messengers from the king spoke blasphemy, your angel went forth and struck down one hundred and eighty-five thousand of the Assyrians.  Οἱ παρὰ τοῦ βασιλέως ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ὁ ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας·
42 So also crush this army before us today; let the rest learn that Nicanor has spoken wickedly against the sanctuary, and judge him according to this wickedness."  οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον, καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου, καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ.
43 So the armies met in battle on the thirteenth day of the month of Adar. The army of Nicanor was crushed, and he himself was the first to fall in the battle.  καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς Αδαρ, καὶ συνετρίβη ἡ παρεμβολὴ Νικάνορος, καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ.
44 When his army saw that Nicanor had fallen, they threw down their arms and fled.  ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν Νικάνωρ, ῥίψαντες τὰ ὅπλα ἔφυγον.
45 The Jews pursued them a day's journey, from Adasa as far as Gazara, and as they followed kept sounding the battle call on the trumpets.  καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ Αδασα ἕως τοῦ ἐλθεῖν εἰς Γαζηρα καὶ ἐσάλπιζον ὀπίσω αὐτῶν ταῖς σάλπιγξιν τῶν σημασιῶν.
46 And men came out of all the villages of Judea round about, and they out-flanked the enemy and drove them back to their pursuers, so that they all fell by the sword; not even one of them was left.  καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς Ιουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς, καὶ ἀπέστρεφον οὗτοι πρὸς τούτους, καὶ ἔπεσον πάντες ῥομφαίᾳ, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς.
47 Then the Jews seized the spoils and the plunder, and they cut off Nicanor's head and the right hand which he so arrogantly stretched out, and brought them and displayed them just outside Jerusalem.  καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν, καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ, ἣν ἐξέτεινεν ὑπερηφάνως, καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τῇ Ιερουσαλημ.
48 The people rejoiced greatly and celebrated that day as a day of great gladness.  καὶ ηὐφράνθη ὁ λαὸς σφόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλην·
49 And they decreed that this day should be celebrated each year on the thirteenth day of Adar.  καὶ ἔστησαν τοῦ ἄγειν κατ' ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ Αδαρ.
50 So the land of Judah had rest for a few days.  καὶ ἡσύχασεν ἡ γῆ Ιουδα ἡμέρας ὀλίγας.
    << | 1 Maccabees: 7 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi NEW STUDY BIBLE is a very light revision of the RSV. The changes are: (1) In places where 'the LORD', 'O LORD' occurs in the RSV, (it represents the tetragrammaton - YHWH - which is in the hebrew text), I have printed 'YHWH' in black. The later vowel sounds I have shown in the colour gray;
(2) I have removed the quotation marks and hyphens that were used in so many names in the RSV as an aid to correct pronunciation. This now brings it in line with all other English versions, and makes any word-search more accurate.
(3) I have changed all (I hope!) of the RSV archaic language sections to modern.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.