|
| katapi NEW STUDY BIBLE | 1 Maccabees:6 | LXX |
|
|
1 |
King Antiochus was going through the upper provinces when he heard that Elymais in Persia was a city famed for its wealth in silver and gold. | Death of Antiochus IV Epiphanes. 1Mace.6.1-17 | 2Mace.1.11-17 | 2Mace.9.1-29 | 2Mace.10.9-11 | Καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν Ἑλυμαὶς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ, ἀργυρίῳ καὶ χρυσίῳ· |
2 |
Its temple was very rich, containing golden shields, breastplates, and weapons left there by Alexander, the son of Philip, the Macedonian king who first reigned over the Greeks. | | καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα, ἃ κατέλιπεν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ὁ βασιλεὺς ὁ Μακεδών, ὃς ἐβασίλευσεν πρῶτος ἐν τοῖς Ἕλλησι. |
3 |
So he came and tried to take the city and plunder it, but he could not, because his plan became known to the men of the city | | καὶ ἦλθεν καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν, καὶ οὐκ ἠδυνάσθη, ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως, |
4 |
and they withstood him in battle. So he fled and in great grief departed from there to return to Babylon. | | καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔφυγεν καὶ ἀπῆρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλῶνα. |
5 |
Then some one came to him in Persia and reported that the armies which had gone into the land of Judah had been routed; | | καὶ ἦλθέν τις ἀπαγγέλλων αὐτῷ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν Ιουδα, |
6 |
that Lysias had gone first with a strong force, but had turned and fled before the Jews; that the Jews had grown strong from the arms, supplies, and abundant spoils which they had taken from the armies they had cut down; | | καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς, οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν, ὧν ἐξέκοψαν, |
7 |
that they had torn down the abomination which he had erected upon the altar in Jerusalem; and that they had surrounded the sanctuary with high walls as before, and also Beth-zur, his city. | | καὶ καθεῖλον τὸ βδέλυγμα, ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ιερουσαλημ, καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν Βαιθσουραν πόλιν αὐτοῦ. |
8 |
When the king heard this news, he was astounded and badly shaken. He took to his bed and became sick from grief, because things had not turned out for him as he had planned. | | καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους, ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο. |
9 |
He lay there for many days, because deep grief continually gripped him, and he concluded that he was dying. | | καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπ' αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνῄσκει. |
10 |
So he called all his friends and said to them, "Sleep departs from my eyes and I am downhearted with worry. | | καὶ ἐκάλεσεν πάντας τοὺς φίλους αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης, |
11 |
I said to myself, `To what distress I have come! And into what a great flood I now am plunged! For I was kind and beloved in my power.' | | καὶ εἶπα τῇ καρδίᾳ Ἕως τίνος θλίψεως ἦλθα καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου. |
12 |
But now I remember the evils I did in Jerusalem. I seized all her vessels of silver and gold; and I sent to destroy the inhabitants of Judah without good reason. | | νῦν δὲ μιμνῄσκομαι τῶν κακῶν, ὧν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ιουδα διὰ κενῆς. |
13 |
I know that it is because of this that these evils have come upon me; and behold, I am perishing of deep grief in a strange land." | | ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ. |
14 |
Then he called for Philip, one of his friends, and made him ruler over all his kingdom. | | καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ· |
15 |
He gave him the crown and his robe and the signet, that he might guide Antiochus his son and bring him up to be king. | | καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν. |
16 |
Thus Antiochus the king died there in the one hundred and forty-ninth year. | | καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ. |
17 |
And when Lysias learned that the king was dead, he set up Antiochus the king's son to reign. Lysias had brought him up as a boy, and he named him Eupator. | | καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησεν βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ, ὃν ἐξέθρεψεν νεώτερον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Εὐπάτωρ. |
18 |
Now the men in the citadel kept hemming Israel in around the sanctuary. They were trying in every way to harm them and strengthen the Gentiles. | The campaign of Antiochus V Eupator & Lysias. 1Mace.6.18-63 | 2Mace.13.1-26 | 2Mace.11.22-26 | Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι' ὅλου καὶ στήριγμα τοῖς ἔθνεσιν. |
19 |
So Judas decided to destroy them, and assembled all the people to besiege them. | | καὶ ἐλογίσατο Ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ' αὐτούς· |
20 |
They gathered together and besieged the citadel in the one hundred and fiftieth year; and he built siege towers and other engines of war. | | καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ' αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς. |
21 |
But some of the garrison escaped from the siege and some of the ungodly Israelites joined them. | | καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ Ισραηλ, |
22 |
They went to the king and said, "How long will you fail to do justice and to avenge our brethren? | | καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον Ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν; |
23 |
We were happy to serve your father, to live by what he said and to follow his commands. | | ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ. |
24 |
For this reason the sons of our people besieged the citadel and became hostile to us; moreover, they have put to death as many of us as they have caught, and they have seized our inheritances. | | καὶ περιεκάθηντο ἐπ' αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀφ' ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν, ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο. |
25 |
And not against us alone have they stretched out their hands, but also against all the lands on their borders. | | καὶ οὐκ ἐφ' ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν· |
26 |
And behold, today they have encamped against the citadel in Jerusalem to take it; they have fortified both the sanctuary and Beth-zur; | | καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ιερουσαλημ τοῦ καταλαβέσθαι αὐτήν· καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσουραν ὠχύρωσαν· |
27 |
and unless you quickly prevent them, they will do still greater things, and you will not be able to stop them." | | καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσιν, καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν. |
28 |
The king was enraged when he heard this. He assembled all his friends, the commanders of his forces and those in authority. | | Καὶ ὠργίσθη ὁ βασιλεύς, ὅτε ἤκουσεν, καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν· |
29 |
And mercenary forces came to him from other kingdoms and from islands of the seas. | | καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί· |
30 |
The number of his forces was a hundred thousand foot soldiers, twenty thousand horsemen, and thirty-two elephants accustomed to war. | | καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον. |
31 |
They came through Idumea and encamped against Beth-zur, and for many days they fought and built engines of war; but the Jews sallied out and burned these with fire, and fought manfully. | | καὶ ἦλθον διὰ τῆς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς. |
32 |
Then Judas marched away from the citadel and encamped at Beth-zechariah, opposite the camp of the king. | | καὶ ἀπῆρεν Ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως. |
33 |
Early in the morning the king rose and took his army by a forced march along the road to Beth-zechariah, and his troops made ready for battle and sounded their trumpets. | | καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωῒ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρια, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν. |
34 |
They showed the elephants the juice of grapes and mulberries, to arouse them for battle. | | καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον. |
35 |
And they distributed the beasts among the phalanxes; with each elephant they stationed a thousand men armed with coats of mail, and with brass helmets on their heads; and five hundred picked horsemen were assigned to each beast. | | καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη· |
36 |
These took their position beforehand wherever the beast was; wherever it went they went with it, and they never left it. | | οὗτοι πρὸ καιροῦ οὗ ἂν ᾖ τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἀπ' αὐτοῦ. |
37 |
And upon the elephants were wooden towers, strong and covered; they were fastened upon each beast by special harness, and upon each were four armed men who fought from there, and also its Indian driver. | | καὶ πύργοι ξύλινοι ἐπ' αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ' ἑκάστου θηρίου ἐζωσμένοι ἐπ' αὐτοῦ μηχαναῖς, καὶ ἐφ' ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ' αὐτοῖς καὶ ὁ Ἰνδὸς αὐτοῦ. |
38 |
The rest of the horsemen were stationed on either side, on the two flanks of the army, to harass the enemy while being themselves protected by the phalanxes. | | καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάλαγξιν. |
39 |
When the sun shone upon the shields of gold and brass, the hills were ablaze with them and gleamed like flaming torches. | | ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβεν τὰ ὄρη ἀπ' αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός. |
40 |
Now a part of the king's army was spread out on the high hills, and some troops were on the plain, and they advanced steadily and in good order. | | καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά· καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως. |
41 |
All who heard the noise made by their multitude, by the marching of the multitude and the clanking of their arms, trembled, for the army was very large and strong. | | καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά. |
42 |
But Judas and his army advanced to the battle, and six hundred men of the king's army fell. | | καὶ ἤγγισεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν, καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες. |
43 |
And Eleazar, called Avaran, saw that one of the beasts was equipped with royal armor. It was taller than all the others, and he supposed that the king was upon it. | | καὶ εἶδεν Ελεαζαρος ὁ Αυαραν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς· |
44 |
So he gave his life to save his people and to win for himself an everlasting name. | | καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον· |
45 |
He courageously ran into the midst of the phalanx to reach it; he killed men right and left, and they parted before him on both sides. | | καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα, καὶ ἐσχίζοντο ἀπ' αὐτοῦ ἔνθα καὶ ἔνθα· |
46 |
He got under the elephant, stabbed it from beneath, and killed it; but it fell to the ground upon him and he died. | | καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ. |
47 |
And when the Jews saw the royal might and the fierce attack of the forces, they turned away in flight. | | καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων καὶ ἐξέκλιναν ἀπ' αὐτῶν. |
48 |
The soldiers of the king's army went up to Jerusalem against them, and the king encamped in Judea and at Mount Zion. | | Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιερουσαλημ, καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων. |
49 |
He made peace with the men of Beth-zur, and they evacuated the city, because they had no provisions there to withstand a siege, since it was a sabbatical year for the land. | | καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσουρων, καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ· |
50 |
So the king took Beth-zur and stationed a guard there to hold it. | | καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βαιθσουραν καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν. |
51 |
Then he encamped before the sanctuary for many days. He set up siege towers, engines of war to throw fire and stones, machines to shoot arrows, and catapults. | | καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας. |
52 |
The Jews also made engines of war to match theirs, and fought for many days. | | καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς. |
53 |
But they had no food in storage, because it was the seventh year; those who found safety in Judea from the Gentiles had consumed the last of the stores. | | βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν Ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως. |
54 |
Few men were left in the sanctuary, because famine had prevailed over the rest and they had been scattered, each to his own place. | | καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός, καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. |
55 |
Then Lysias heard that Philip, whom King Antiochus while still living had appointed to bring up Antiochus his son to be king, | | Καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν, |
56 |
had returned from Persia and Media with the forces that had gone with the king, and that he was trying to seize control of the government. | | ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι μετὰ τοῦ βασιλέως μετ' αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων. |
57 |
So he quickly gave orders to depart, and said to the king, to the commanders of the forces, and to the men, "We daily grow weaker, our food supply is scant, the place against which we are fighting is strong, and the affairs of the kingdom press urgently upon us. | | καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελθεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας Ἑκλείπομεν καθ' ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας· |
58 |
Now then let us come to terms with these men, and make peace with them and with all their nation, | | νῦν οὖν δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ' αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν |
59 |
and agree to let them live by their laws as they did before; for it was on account of their laws which we abolished that they became angry and did all these things." | | καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν, ὧν διεσκεδάσαμεν, ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα. |
60 |
The speech pleased the king and the commanders, and he sent to the Jews an offer of peace, and they accepted it. | | καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο. |
61 |
So the king and the commanders gave them their oath. On these conditions the Jews evacuated the stronghold. | | καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος. |
62 |
But when the king entered Mount Zion and saw what a strong fortress the place was, he broke the oath he had sworn and gave orders to tear down the wall all around. | | καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς ὄρος Σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν, ὃν ὤμοσεν, καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν. |
63 |
Then he departed with haste and returned to Antioch. He found Philip in control of the city, but he fought against him, and took the city by force. | | καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ. |
|
|
<< | 1 Maccabees: 6 | |
|