katapi NEW STUDY BIBLE | 1 Maccabees:4 | LXX | ||
1 | Now Gorgias took five thousand infantry and a thousand picked cavalry, and this division moved out by night | Καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτὸς | ||
2 | to fall upon the camp of the Jews and attack them suddenly. Men from the citadel were his guides. | ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί. | ||
3 | But Judas heard of it, and he and his mighty men moved out to attack the king's force in Emmaus | καὶ ἤκουσεν Ιουδας καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Αμμαους, | ||
4 | while the division was still absent from the camp. | ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς. | ||
5 | When Gorgias entered the camp of Judas by night, he found no one there, so he looked for them in the hills, because he said, "These men are fleeing from us." | καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὗρεν· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπεν Φεύγουσιν οὗτοι ἀφ' ἡμῶν. | ||
6 | At daybreak Judas appeared in the plain with three thousand men, but they did not have armor and swords such as they desired. | καὶ ἅμα ἡμέρᾳ ὤφθη Ιουδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν· πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον ὡς ἠβούλοντο. | ||
7 | And they saw the camp of the Gentiles, strong and fortified, with cavalry round about it; and these men were trained in war. | καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν καὶ τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου. | ||
8 | But Judas said to the men who were with him, "Do not fear their numbers or be afraid when they charge. | καὶ εἶπεν Ιουδας τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ Μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε· | ||
9 | Remember how our fathers were saved at the Red Sea, when Pharaoh with his forces pursued them. | μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει· | ||
10 | And now let us cry to Heaven, to see whether he will favour us and remember his covenant with our fathers and crush this army before us today. | καὶ νῦν βοήσωμεν εἰς οὐρανόν, εἰ θελήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον, | ||
11 | Then all the Gentiles will know that there is one who redeems and saves Israel." | καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ισραηλ. | ||
12 | When the foreigners looked up and saw them coming against them, | καὶ ἦραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας | ||
13 | they went forth from their camp to battle. Then the men with Judas blew their trumpets | καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον· καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου | ||
14 | and engaged in battle. The Gentiles were crushed and fled into the plain, | καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον, | ||
15 | and all those in the rear fell by the sword. They pursued them to Gazara, and to the plains of Idumea, and to Azotus and Jamnia; and three thousand of them fell. | οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ. καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας, καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους. | ||
16 | Then Judas and his force turned back from pursuing them, | καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν | ||
17 | and he said to the people, "Do not be greedy for plunder, for there is a battle before us; | καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν, | ||
18 | Gorgias and his force are near us in the hills. But stand now against our enemies and fight them, and afterward seize the plunder boldly." | καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας. | ||
19 | Just as Judas was finishing this speech, a detachment appeared, coming out of the hills. | ἔτι πληροῦντος Ιουδου ταῦτα μέρος τι ὤφθη ἐκκύπτον ἐκ τοῦ ὄρους· | ||
20 | They saw that their army had been put to flight, and that the Jews were burning the camp, for the smoke that was seen showed what had happened. | καὶ εἶδεν ὅτι τετρόπωνται, καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν· ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζεν τὸ γεγονός. | ||
21 | When they perceived this they were greatly frightened, and when they also saw the army of Judas drawn up in the plain for battle, | οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν | ||
22 | they all fled into the land of the Philistines. | ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων. | ||
23 | Then Judas returned to plunder the camp, and they seized much gold and silver, and cloth dyed blue and sea purple, and great riches. | καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς, καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν. | ||
24 | On their return they sang hymns and praises to Heaven, for he is good, for his mercy endures for ever. | καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. | ||
25 | Thus Israel had a great deliverance that day. | καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | ||
26 | Those of the foreigners who escaped went and reported to Lysias all that had happened. | Victory over Lysias. 1Mace.4.26-35 | 2Mace.11.1-12 | Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. | |
27 | When he heard it, he was perplexed and discouraged, for things had not happened to Israel as he had intended, nor had they turned out as the king had commanded him. | ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ, καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς, ἐξέβη. | ||
28 | But the next year he mustered sixty thousand picked infantrymen and five thousand cavalry to subdue them. | καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς. | ||
29 | They came into Idumea and encamped at Beth-zur, and Judas met them with ten thousand men. | καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις, καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. | ||
30 | When he saw that the army was strong, he prayed, saying, "Blessed are you, O Saviour of Israel, who crushed the attack of the mighty warrior by the hand of your servant David, and gave the camp of the Philistines into the hands of Jonathan, the son of Saul, and of the man who carried his armor. | καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ, ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ιωναθου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ· | ||
31 | So hem in this army by the hand of your people Israel, and let them be ashamed of their troops and their cavalry. | οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν· | ||
32 | Fill them with cowardice; melt the boldness of their strength; let them tremble in their destruction. | δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν· | ||
33 | Strike them down with the sword of those who love you, and let all who know your name praise you with hymns." | κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις. | ||
34 | Then both sides attacked, and there fell of the army of Lysias five thousand men; they fell in action. | καὶ συνέβαλλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν. | ||
35 | And when Lysias saw the rout of his troops and observed the boldness which inspired those of Judas, and how ready they were either to live or to die nobly, he departed to Antioch and enlisted mercenaries, to invade Judea again with an even larger army. | ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὑτοῦ συντάξεως, τῆς δὲ Ιουδου τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνηκέναι γενναίως, ἀπῆρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσθαι εἰς τὴν Ιουδαίαν. | ||
36 | Then said Judas and his brothers, "Behold, our enemies are crushed; let us go up to cleanse the sanctuary and dedicate it." | Purification of the temple. 1Mace.4.36-61 | 2Mace.10.1-8 | Εἶπεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν, ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι. | |
37 | So all the army assembled and they went up to Mount Zion. | καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιων. | ||
38 | And they saw the sanctuary desolate, the altar profaned, and the gates burned. In the courts they saw bushes sprung up as in a thicket, or as on one of the mountains. They saw also the chambers of the priests in ruins. | καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς θύρας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοφόρια καθῃρημένα. | ||
39 | Then they rent their clothes, and mourned with great lamentation, and sprinkled themselves with ashes. | καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν | ||
40 | They fell face down on the ground, and sounded the signal on the trumpets, and cried out to Heaven. | καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν καὶ ἐβόησαν εἰς οὐρανόν. | ||
41 | Then Judas detailed men to fight against those in the citadel until he had cleansed the sanctuary. | τότε ἐπέταξεν Ιουδας ἀνδράσιν πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ, ἕως καθαρίσῃ τὰ ἅγια. | ||
42 | He chose blameless priests devoted to the law, | καὶ ἐπελέξατο ἱερεῖς ἀμώμους θελητὰς νόμου, | ||
43 | and they cleansed the sanctuary and removed the defiled stones to an unclean place. | καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ἦραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον. | ||
44 | They deliberated what to do about the altar of burnt offering, which had been profaned. | καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσιν· | ||
45 | And they thought it best to tear it down, lest it bring reproach upon them, for the Gentiles had defiled it. So they tore down the altar, | καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ καθελεῖν αὐτό, μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον | ||
46 | and stored the stones in a convenient place on the temple hill until there should come a prophet to tell what to do with them. | καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν. | ||
47 | Then they took unhewn stones, as the law directs, and built a new altar like the former one. | καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον. | ||
48 | They also rebuilt the sanctuary and the interior of the temple, and consecrated the courts. | καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν | ||
49 | They made new holy vessels, and brought the lampstand, the altar of incense, and the table into the temple. | καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν. | ||
50 | Then they burned incense on the altar and lighted the lamps on the lampstand, and these gave light in the temple. | καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας, καὶ ἔφαινον ἐν τῷ ναῷ. | ||
51 | They placed the bread on the table and hung up the curtains. Thus they finished all the work they had undertaken. | καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα. καὶ ἐτέλεσαν πάντα τὰ ἔργα, ἃ ἐποίησαν. | ||
52 | Early in the morning on the twenty-fifth day of the ninth month, which is the month of Chislev, in the one hundred and forty-eighth year, | καὶ ὤρθρισαν τὸ πρωῒ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου | τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους||
53 | they rose and offered sacrifice, as the law directs, on the new altar of burnt offering which they had built. | καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν, ὃ ἐποίησαν. | ||
54 | At the very season and on the very day that the Gentiles had profaned it, it was dedicated with songs and harps and lutes and cymbals. | κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν, ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ κυμβάλοις. | ||
55 | All the people fell on their faces and worshipped and blessed Heaven, who had prospered them. | καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς. | ||
56 | So they celebrated the dedication of the altar for eight days, and offered burnt offerings with gladness; they offered a sacrifice of deliverance and praise. | καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ' εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως. | ||
57 | They decorated the front of the temple with golden crowns and small shields; they restored the gates and the chambers for the priests, and furnished them with doors. | καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά. | ||
58 | There was very great gladness among the people, and the reproach of the Gentiles was removed. | καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὀνειδισμὸς ἐθνῶν. | ||
59 | Then Judas and his brothers and all the assembly of Israel determined that every year at that season the days of dedication of the altar should be observed with gladness and joy for eight days, beginning with the twenty-fifth day of the month of Chislev. | καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι τοῦ ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελευ μετ' εὐφροσύνης καὶ χαρᾶς. | ||
60 | At that time they fortified Mount Zion with high walls and strong towers round about, to keep the Gentiles from coming and trampling them down as they had done before. | καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιων κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς, μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον. | ||
61 | And he stationed a garrison there to hold it. He also fortified Beth-zur, so that the people might have a stronghold that faced Idumea. | καὶ ἀπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσεν αὐτὸ τηρεῖν τὴν Βαιθσουραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ιδουμαίας. | ||
<< | 1 Maccabees: 4 | >> |
---|