katapi NEW STUDY BIBLE | 1 Maccabees:3 | LXX | ||
1 | Then Judas his son, who was called Maccabeus, took command in his place. | Judas Maccabaeus - early victories. 1Mace.3.1-26 | 2Mace.8.1-7 | Καὶ ἀνέστη Ιουδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. | |
2 | All his brothers and all who had joined his father helped him; they gladly fought for Israel. | καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πάντες, ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ' εὐφροσύνης. | ||
3 | He extended the glory of his people. Like a giant he put on his breastplate; he girded on his armor of war and waged battles, protecting the host by his sword. | καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ. | ||
4 | He was like a lion in his deeds, like a lion's cub roaring for prey. | καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν. | ||
5 | He searched out and pursued the lawless; he burned those who troubled his people. | καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισεν. | ||
6 | Lawless men shrank back for fear of him; all the evildoers were confounded; and deliverance prospered by his hand. | καὶ συνεστάλησαν ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν, καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ. | ||
7 | He embittered many kings, but he made Jacob glad by his deeds, and his memory is blessed for ever. | καὶ ἐπίκρανεν βασιλεῖς πολλοὺς καὶ εὔφρανεν τὸν Ιακωβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν. | ||
8 | He went through the cities of Judah; he destroyed the ungodly out of the land; thus he turned away wrath from Israel. | καὶ διῆλθεν ἐν πόλεσιν Ιουδα καὶ ἐξωλέθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ισραηλ | ||
9 | He was renowned to the ends of the earth; he gathered in those who were perishing. | καὶ ὠνομάσθη ἕως ἐσχάτου γῆς καὶ συνήγαγεν ἀπολλυμένους. | ||
10 | But Apollonius gathered together Gentiles and a large force from Samaria to fight against Israel. | Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς τὸν Ισραηλ. | ||
11 | When Judas learned of it, he went out to meet him, and he defeated and killed him. Many were wounded and fell, and the rest fled. | καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον. | ||
12 | Then they seized their spoils; and Judas took the sword of Apollonius, and used it in battle the rest of his life. | καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ιουδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας. | ||
13 | Now when Seron, the commander of the Syrian army, heard that Judas had gathered a large company, including a body of faithful men who stayed with him and went out to battle, | καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ' αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον, | ||
14 | he said, "I will make a name for myself and win honour in the kingdom. I will make war on Judas and his companions, who scorn the king's command." | καὶ εἶπεν Ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως. | ||
15 | And again a strong army of ungodly men went up with him to help him, to take vengeance on the sons of Israel. | καὶ προσέθετο καὶ ἀνέβη μετ' αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ. | ||
16 | When he approached the ascent of Beth-horon, Judas went out to meet him with a small company. | καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων, καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός. | ||
17 | But when they saw the army coming to meet them, they said to Judas, "How can we, few as we are, fight against so great and strong a multitude? And we are faint, for we have eaten nothing today." | ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν, εἶπον τῷ Ιουδα Τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον. | ||
18 | Judas replied, "It is easy for many to be hemmed in by few, for in the sight of Heaven there is no difference between saving by many or by few. | καὶ εἶπεν Ιουδας Εὔκοπόν ἐστιν συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις· | ||
19 | It is not on the size of the army that victory in battle depends, but strength comes from Heaven. | ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ' ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς. | ||
20 | They come against us in great pride and lawlessness to destroy us and our wives and our children, and to despoil us; | αὐτοὶ ἔρχονται ἐφ' ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς, | ||
21 | but we fight for our lives and our laws. | ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν. | ||
22 | He himself will crush them before us; as for you, do not be afraid of them." | καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν, ὑμεῖς δὲ μὴ φοβεῖσθε ἀπ' αὐτῶν. | ||
23 | When he finished speaking, he rushed suddenly against Seron and his army, and they were crushed before him. | ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ. | ||
24 | They pursued them down the descent of Beth-horon to the plain; eight hundred of them fell, and the rest fled into the land of the Philistines. | καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρων ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπ' αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους, οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιιμ. | ||
25 | Then Judas and his brothers began to be feared, and terror fell upon the Gentiles round about them. | καὶ ἤρξατο ὁ φόβος Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόη ἐπέπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν· | ||
26 | His fame reached the king, and the Gentiles talked of the battles of Judas. | καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ιουδου ἐξηγεῖτο τὰ ἔθνη. | ||
27 | When king Antiochus heard these reports, he was greatly angered; and he sent and gathered all the forces of his kingdom, a very strong army. | Antiochus appoints Lysias as Governor of the Levant. 1Mace.3.27-37 | Ὡς δὲ ἤκουσεν ὁ βασιλεὺς Ἀντίοχος τοὺς λόγους τούτους, ὠργίσθη θυμῷ καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα. | |
28 | And he opened his coffers and gave a year's pay to his forces, and ordered them to be ready for any need. | καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν εἰς ἐνιαυτὸν καὶ ἐνετείλατο αὐτοῖς εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν. | ||
29 | Then he saw that the money in the treasury was exhausted, and that the revenues from the country were small because of the dissension and disaster which he had caused in the land by abolishing the laws that had existed from the earliest days. | καὶ εἶδεν ὅτι ἐξέλιπεν τὸ ἀργύριον ἐκ τῶν θησαυρῶν καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς, ἧς κατεσκεύασεν ἐν τῇ γῇ τοῦ ἆραι τὰ νόμιμα, ἃ ἦσαν ἀφ' ἡμερῶν τῶν πρώτων, | ||
30 | He feared that he might not have such funds as he had before for his expenses and for the gifts which he used to give more lavishly than preceding kings. | καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα, ἃ ἐδίδου ἔμπροσθεν δαψιλῇ χειρὶ καὶ ἐπερίσσευσεν ὑπὲρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν, | ||
31 | He was greatly perplexed in mind, and determined to go to Persia and collect the revenues from those regions and raise a large fund. | καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν καὶ συναγαγεῖν ἀργύριον πολύ. | ||
32 | He left Lysias, a distinguished man of royal lineage, in charge of the king's affairs from the river Euphrates to the borders of Egypt. | καὶ κατέλιπεν Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου καὶ ἕως ὁρίων Αἰγύπτου | ||
33 | Lysias was also to take care of Antiochus his son until he returned. | καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν· | ||
34 | And he turned over to Lysias half of his troops and the elephants, and gave him orders about all that he wanted done. As for the residents of Judea and Jerusalem, | καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων, ὧν ἠβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ιουδαίαν καὶ Ιερουσαλημ | ||
35 | Lysias was to send a force against them to wipe out and destroy the strength of Israel and the remnant of Jerusalem; he was to banish the memory of them from the place, | ἀποστεῖλαι ἐπ' αὐτοὺς δύναμιν τοῦ ἐκτρῖψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ισραηλ καὶ τὸ κατάλειμμα Ιερουσαλημ καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου | ||
36 | settle aliens in all their territory, and distribute their land. | καὶ κατοικίσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῶν καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν. | ||
37 | Then the king took the remaining half of his troops and departed from Antioch his capital in the one hundred and forty-seventh year. He crossed the Euphrates river and went through the upper provinces. | καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας. | ||
38 | Lysias chose Ptolemy the son of Dorymenes, and Nicanor and Gorgias, mighty men among the friends of the king, | Victories of Judas Maccabaeus. 1Mace.3.38-4.25 | 2Mace.8.8-29 | 2Mace.8.34-36 | Καὶ ἐπέλεξεν Λυσίας Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τοῦ βασιλέως, | |
39 | and sent with them forty thousand infantry and seven thousand cavalry to go into the land of Judah and destroy it, as the king had commanded. | καὶ ἀπέστειλεν μετ' αὐτῶν τεσσαράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχιλίαν ἵππον τοῦ ἐλθεῖν εἰς γῆν Ιουδα καὶ καταφθεῖραι αὐτὴν κατὰ τὸν λόγον τοῦ βασιλέως. | ||
40 | so they departed with their entire force, and when they arrived they encamped near Emmaus in the plain. | καὶ ἀπῆρεν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν, καὶ ἦλθον καὶ παρενέβαλον πλησίον Αμμαους ἐν τῇ γῇ τῇ πεδινῇ. | ||
41 | When the traders of the region heard what was said to them, they took silver and gold in immense amounts, and fetters, and went to the camp to get the sons of Israel for slaves. And forces from Syria and the land of the Philistines joined with them. | καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ πέδας καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ισραηλ εἰς παῖδας. καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοφύλων. | ||
42 | Now Judas and his brothers saw that misfortunes had increased and that the forces were encamped in their territory. They also learned what the king had commanded to do to the people to cause their final destruction. | καὶ εἶδεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν, καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως, οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν, | ||
43 | But they said to one another, "Let us repair the destruction of our people, and fight for our people and the sanctuary." | καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων. | ||
44 | And the congregation assembled to be ready for battle, and to pray and ask for mercy and compassion. | καὶ ἠθροίσθη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον καὶ τοῦ προσεύξασθαι καὶ αἰτῆσαι ἔλεος καὶ οἰκτιρμούς. | ||
45 | Jerusalem was uninhabited like a wilderness; not one of her children went in or out. The sanctuary was trampled down, and the sons of aliens held the citadel; it was a lodging place for the Gentiles. Joy was taken from Jacob; the flute and the harp ceased to play. | καὶ Ιερουσαλημ ἦν ἀοίκητος ὡς ἔρημος, οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς, καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα τοῖς ἔθνεσιν· καὶ ἐξήρθη τέρψις ἐξ Ιακωβ, καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα. | ||
46 | So they assembled and went to Mizpah, opposite Jerusalem, because Israel formerly had a place of prayer in Mizpah. | καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφα κατέναντι Ιερουσαλημ, ὅτι τόπος προσευχῆς ἦν ἐν Μασσηφα τὸ πρότερον τῷ Ισραηλ. | ||
47 | They fasted that day, put on sackcloth and sprinkled ashes on their heads, and rent their clothes. | καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. | ||
48 | And they opened the book of the law to inquire into those matters about which the Gentiles were consulting the images of their idols. | καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου περὶ ὧν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν. | ||
49 | They also brought the garments of the priesthood and the first fruits and the tithes, and they stirred up the Nazirites who had completed their days; | καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας καὶ ἤγειραν τοὺς ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας, | ||
50 | and they cried aloud to Heaven, saying, "What shall we do with these? | καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες Τί ποιήσωμεν τούτοις καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν, | ||
51 | Your sanctuary is trampled down and profaned, and your priests mourn in humiliation. | καὶ τὰ ἅγιά σου καταπεπάτηνται καὶ βεβήλωνται καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει; | ||
52 | And behold, the Gentiles are assembled against us to destroy us; you know what they plot against us. | καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφ' ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφ' ἡμᾶς. | ||
53 | How will we be able to withstand them, if you not help us?" | πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν; | ||
54 | Then they sounded the trumpets and gave a loud shout. | καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν φωνῇ μεγάλῃ. | ||
55 | After this Judas appointed leaders of the people, in charge of thousands and hundreds and fifties and tens. | καὶ μετὰ τοῦτο κατέστησεν Ιουδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους. | ||
56 | And he said to those who were building houses, or were betrothed, or were planting vineyards, or were fainthearted, that each should return to his home, according to the law. | καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίας καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον. | ||
57 | Then the army marched out and encamped to the south of Emmaus. | καὶ ἀπῆρεν ἡ παρεμβολή, καὶ παρενέβαλον κατὰ νότον Αμμαους. | ||
58 | And Judas said, "Gird yourselves and be valiant. Be ready early in the morning to fight with these Gentiles who have assembled against us to destroy us and our sanctuary. | καὶ εἶπεν Ιουδας Περιζώσασθε καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς καὶ γίνεσθε ἕτοιμοι εἰς πρωῒ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσιν τούτοις τοῖς ἐπισυνηγμένοις ἐφ' ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν· | ||
59 | It is better for us to die in battle than to see the misfortunes of our nation and of the sanctuary. | ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων. | ||
60 | But as his will in heaven may be, so he will do." | ὡς δ' ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτως ποιήσει. | ||
<< | 1 Maccabees: 3 | |
---|