katapi NEW STUDY BIBLE | 1 Maccabees:2 | LXX | ||
1 | In those days Mattathias the son of John, son of Simeon, a priest of the sons of Joarib, moved from Jerusalem and settled in Modein. | Mattathias. 1Mace.2.1-26 (Modin) - | Ἑν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδειν. | |
2 | He had five sons, John surnamed Gaddi, | καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι, | ||
3 | Simon called Thassi, | Σιμων ὁ καλούμενος Θασσι, | ||
4 | Judas called Maccabeus, | Ιουδας ὁ καλούμενος Μακκαβαῖος, | ||
5 | Eleazar called Avaran, and Jonathan called Apphus. | Ελεαζαρ ὁ καλούμενος Αυαραν, Ιωναθης ὁ καλούμενος Απφους. | ||
6 | He saw the blasphemies being committed in Judah and Jerusalem, | καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ | ||
7 | and said, "Alas! Why was I born to see this, | καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν | ||
8 | Her temple has become like a man without honour; | ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἄδοξος, | ||
9 | her glorious vessels have been carried into captivity. Her babes have been killed in her streets, her youths by the sword of the foe. | τὰ σκεύη τῆς δόξης αὐτῆς αἰχμάλωτα ἀπήχθη, ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ. | ||
10 | What nation has not inherited her palaces and has not seized her spoils? | ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς; | ||
11 | All her adornment has been taken away; no longer free, she has become a slave. | πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη, ἀντὶ ἐλευθέρας ἐγένετο εἰς δούλην. | ||
12 | And behold, our holy place, our beauty, and our glory have been laid waste; the Gentiles have profaned it. | καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη, καὶ ἐβεβήλωσαν αὐτὰ τὰ ἔθνη. | ||
13 | Why should we live any longer?" | ἵνα τί ἡμῖν ἔτι ζωή; | ||
14 | And Mattathias and his sons rent their clothes, put on sackcloth, and mourned greatly. | καὶ διέρρηξεν Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν καὶ περιεβάλοντο σάκκους καὶ ἐπένθησαν σφόδρα. | ||
15 | Then the king's officers who were enforcing the apostasy came to the city of Modein to make them offer sacrifice. | Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδειν τὴν πόλιν, ἵνα θυσιάσωσιν. | ||
16 | Many from Israel came to them; and Mattathias and his sons were assembled. | καὶ πολλοὶ ἀπὸ Ισραηλ πρὸς αὐτοὺς προσῆλθον· καὶ Ματταθιας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν. | ||
17 | Then the king's officers spoke to Mattathias as follows: "You are a leader, honoured and great in this city, and supported by sons and brothers. | καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπον τῷ Ματταθια λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ καὶ ἐστηρισμένος υἱοῖς καὶ ἀδελφοῖς· | ||
18 | Now be the first to come and do what the king commands, as all the Gentiles and the men of Judah and those that are left in Jerusalem have done. Then you and your sons will be numbered among the friends of the king, and you and your sons will be honoured with silver and gold and many gifts." | νῦν πρόσελθε πρῶτος καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη καὶ οἱ ἄνδρες Ιουδα καὶ οἱ καταλειφθέντες ἐν Ιερουσαλημ, καὶ ἔσῃ σὺ καὶ οἱ υἱοί σου τῶν φίλων τοῦ βασιλέως, καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς. | ||
19 | But Mattathias answered and said in a loud voice: "Even if all the nations that live under the rule of the king obey him, and have chosen to do his commandments, departing each from the religion of his fathers, | καὶ ἀπεκρίθη Ματταθιας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ ἀποστῆναι ἕκαστος ἀπὸ λατρείας πατέρων αὐτοῦ καὶ ᾑρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ, | ||
20 | yet I and my sons and my brothers will live by the covenant of our fathers. | κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσόμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν· | ||
21 | Far be it from us to desert the law and the ordinances. | ἵλεως ἡμῖν καταλιπεῖν νόμον καὶ δικαιώματα· | ||
22 | We will not obey the king's words by turning aside from our religion to the right hand or to the left." | τῶν λόγων τοῦ βασιλέως οὐκ ἀκουσόμεθα παρελθεῖν τὴν λατρείαν ἡμῶν δεξιὰν ἢ ἀριστεράν. | ||
23 | When he had finished speaking these words, a Jew came forward in the sight of all to offer sacrifice upon the altar in Modein, according to the king's command. | καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνὴρ Ιουδαῖος ἐν ὀφθαλμοῖς πάντων θυσιάσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδειν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως. | ||
24 | When Mattathias saw it, be burned with zeal and his heart was stirred. He gave vent to righteous anger; he ran and killed him upon the altar. | καὶ εἶδεν Ματταθιας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν· | ||
25 | At the same time he killed the king's officer who was forcing them to sacrifice, and he tore down the altar. | καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὸν βωμὸν καθεῖλεν. | ||
26 | Thus he burned with zeal for the law, as Phinehas did against Zimri the son of Salu. | καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεες τῷ Ζαμβρι υἱῷ Σαλωμ. | ||
27 | Then Mattathias cried out in the city with a loud voice, saying: "Let every one who is zealous for the law and supports the covenants come out with me!" | Mattathias' guerrilla warfare. 1Mace.2.27-48 | καὶ ἀνέκραξεν Ματταθιας ἐν τῇ πόλει φωνῇ μεγάλῃ λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην ἐξελθέτω ὀπίσω μου. | |
28 | And he and his sons fled to the hills and left all that they had in the city. | καὶ ἔφυγεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη καὶ ἐγκατέλιπον ὅσα εἶχον ἐν τῇ πόλει. | ||
29 | Then many who were seeking righteousness and justice went down to the wilderness to dwell there, | Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ, | ||
30 | they, their sons, their wives, and their cattle, because evils pressed heavily upon them. | αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ὅτι ἐσκληρύνθη ἐπ' αὐτοὺς τὰ κακά. | ||
31 | And it was reported to the king's officers, and to the troops in Jerusalem the city of David, that men who had rejected the king's command had gone down to the hiding places in the wilderness. | καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν, αἳ ἦσαν ἐν Ιερουσαλημ πόλει Δαυιδ ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρύφους ἐν τῇ ἐρήμῳ. | ||
32 | Many pursued them, and overtook them; they encamped opposite them and prepared for battle against them on the sabbath day. | καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοὶ καὶ κατελάβοντο αὐτοὺς καὶ παρενέβαλον ἐπ' αὐτοὺς καὶ συνεστήσαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων | ||
33 | And they said to them, "Enough of this! Come out and do what the king commands, and you will live." | καὶ εἶπον πρὸς αὐτούς Ἕως τοῦ νῦν· ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεσθε. | ||
34 | But they said, "We will not come out, nor will we do what the king commands and so profane the sabbath day." | καὶ εἶπον Οὐκ ἐξελευσόμεθα οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων. | ||
35 | Then the enemy hastened to attack them. | καὶ ἐτάχυναν ἐπ' αὐτοὺς πόλεμον. | ||
36 | But they did not answer them or hurl a stone at them or block up their hiding places, | καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς οὐδὲ λίθον ἐνετίναξαν αὐτοῖς οὐδὲ ἐνέφραξαν τοὺς κρύφους | ||
37 | for they said, "Let us all die in our innocence; heaven and earth testify for us that you are killing us unjustly." | λέγοντες Ἀποθάνωμεν πάντες ἐν τῇ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφ' ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς. | ||
38 | So they attacked them on the sabbath, and they died, with their wives and children and cattle, to the number of a thousand persons. | καὶ ἀνέστησαν ἐπ' αὐτοὺς ἐν πολέμῳ τοῖς σάββασιν, καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν ἕως χιλίων ψυχῶν ἀνθρώπων. | ||
39 | When Mattathias and his friends learned of it, they mourned for them deeply. | Καὶ ἔγνω Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ ἐπένθησαν ἐπ' αὐτοὺς σφόδρα. | ||
40 | And each said to his neighbour: " If we all do as our brethren have done and refuse to fight with the Gentiles for our lives and our ordinances, they will quickly destroy us from the earth. " | καὶ εἶπεν ἀνὴρ τῷ πλησίον αὐτοῦ Ἑὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν καὶ μὴ πολεμήσωμεν πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ὀλεθρεύσουσιν ἡμᾶς ἀπὸ τῆς γῆς. | ||
41 | So they made this decision that day: " Let us fight against every man who comes to attack us on the sabbath day; let us not all die as our brethren died in their hiding places. $rdquo; | καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες Πᾶς ἄνθρωπος, ὃς ἐὰν ἔλθῃ ἐφ' ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρύφοις. | ||
42 | Then there united with them a company of Hasideans, mighty warriors of Israel, every one who offered himself willingly for the law. | τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ασιδαίων, ἰσχυροὶ δυνάμει ἀπὸ Ισραηλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ· | ||
43 | And all who became fugitives to escape their troubles joined them and reinforced them. | καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν προσετέθησαν αὐτοῖς καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα. | ||
44 | They organized an army, and struck down sinners in their anger and lawless men in their wrath; the survivors fled to the Gentiles for safety. | καὶ συνεστήσαντο δύναμιν καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι. | ||
45 | And Mattathias and his friends went about and tore down the altars; | καὶ ἐκύκλωσεν Ματταθιας καὶ οἱ φίλοι αὐτοῦ καὶ καθεῖλον τοὺς βωμοὺς | ||
46 | they forcibly circumcised all the uncircumcised boys that they found within the borders of Israel. | καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα, ὅσα εὗρον ἐν ὁρίοις Ισραηλ, ἐν ἰσχύι | ||
47 | They hunted down the arrogant men, and the work prospered in their hands. | καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν· | ||
48 | They rescued the law out of the hands of the Gentiles and kings, and they never let the sinner gain the upper hand. | καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ τῶν βασιλέων καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ. | ||
49 | Now the days drew near for Mattathias to die, and he said to his sons: "Arrogance and reproach have now become strong, it is a time of ruin and furious anger. | Death of Mattathias. 1Mace.2.49-70 (Modin) - | Καὶ ἤγγισαν αἱ ἡμέραι Ματταθιου ἀποθανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίσθη ὑπερηφανία καὶ ἐλεγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ. | |
50 | Now, my children, show zeal for the law, and give your lives for the covenant of our fathers. | νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν | ||
51 | "Remember the deeds of the fathers, which they did in their generations; and receive great honour and an everlasting name. | καὶ μνήσθητε τὰ ἔργα τῶν πατέρων, ἃ ἐποίησαν ἐν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ ὄνομα αἰώνιον. | ||
52 | Was not Abraham found faithful when tested, and it was reckoned to him as righteousness? | Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην; | ||
53 | Joseph in the time of his distress kept the commandment, and became lord of Egypt. | Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου. | ||
54 | Phinehas our father, because he was deeply zealous, received the covenant of everlasting priesthood. | Φινεες ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης αἰωνίας. | ||
55 | Joshua, because he fulfilled the command, became a judge in Israel. | Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ισραηλ. | ||
56 | Caleb, because he testified in the assembly, received an inheritance in the land. | Χαλεβ ἐν τῷ μαρτύρασθαι ἐν τῇ ἐκκλησίᾳ ἔλαβεν γῆς κληρονομίαν. | ||
57 | David, because he was merciful, inherited the throne of the kingdom for ever. | Δαυιδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας εἰς αἰῶνας. | ||
58 | Elijah because of great zeal for the law was taken up into heaven. | Ηλιας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη εἰς τὸν οὐρανόν. | ||
59 | Hannaniah, Azariah, and Mishael believed and were saved from the flame. | Ανανιας, Αζαριας, Μισαηλ πιστεύσαντες ἐσώθησαν ἐκ φλογός. | ||
60 | Daniel because of his innocence was delivered from the mouth of the lions. | Δανιηλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρρύσθη ἐκ στόματος λεόντων. | ||
61 | "And so observe, from generation to generation, that none who put their trust in him will lack strength. | καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτὸν οὐκ ἀσθενήσουσιν. | ||
62 | Do not fear the words of a sinner, for his splendour will turn into dung and worms. | καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας· | ||
63 | Today he will be exalted, but tomorrow he will not be found, because he has returned to the dust, and his plans will perish. | σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται. | ||
64 | My children, be courageous and grow strong in the law, for by it you will gain honour. | τέκνα, ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε. | ||
65 | "Now behold, I know that Simeon your brother is wise in counsel; always listen to him; he shall be your father. | καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ἔσται ὑμῶν πατήρ. | ||
66 | Judas Maccabeus has been a mighty warrior from his youth; he shall command the army for you and fight the battle against the peoples. | καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν. | ||
67 | You shall rally about you all who observe the law, and avenge the wrong done to your people. | καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν· | ||
68 | Pay back the Gentiles in full, and heed what the law commands." | ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου. - | ||
69 | Then he blessed them, and was gathered to his fathers. | καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ. | ||
70 | He died in the one hundred and forty-sixth year and was buried in the tomb of his fathers at Modein. And all Israel mourned for him with great lamentation. | καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδειν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν. | ||
<< | 1 Maccabees: 2 | |
---|