katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1
about 1 Maccabees | APOCRYPHA | contents | by passage | ←search || search→ | in flowing text

 katapi NEW STUDY BIBLE1 Maccabees:14LXX  

1 In the one hundred and seventy-second year Demetrius the king assembled his forces and marched into Media to secure help, so that he could make war against Trypho. In praise of Simon. 1Mace.14.1-49Καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύθη εἰς Μηδίαν τοῦ ἐπισπάσασθαι βοήθειαν ἑαυτῷ, ὅπως πολεμήσῃ τὸν Τρύφωνα.
2 When Arsaces the king of Persia and Media heard that Demetrius had invaded his territory, he sent one of his commanders to take him alive.  καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι εἰσῆλθεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα.
3 And he went and defeated the army of Demetrius, and seized him and took him to Arsaces, who put him under guard.  καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτὸν καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην, καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ.
4 The land had rest all the days of Simon.
He sought the good of his nation;
his rule was pleasing to them,
as was the honour shown him, all his days.
 Καὶ ἡσύχασεν ἡ γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος,
καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ,
καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας.
5 To crown all his honours he took Joppa for a harbour,
and opened a way to the isles of the sea.
 καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβεν τὴν Ιοππην εἰς λιμένα
καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης.
6 He extended the borders of his nation,
and gained full control of the country.
 καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔθνει αὐτοῦ
καὶ ἐκράτησεν τῆς χώρας.
7 He gathered a host of captives;
he ruled over Gazara and Beth-zur and the citadel,
and he removed its uncleanness from it;
and there was none to oppose him.
 καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν
καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιθσουρων καὶ τῆς ἄκρας·
καὶ ἐξῆρεν τὰς ἀκαθαρσίας ἐξ αὐτῆς,
καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ.
8 They tilled their land in peace;
the ground gave its increase,
and the trees of the plains their fruit.
 καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ' εἰρήνης,
καὶ ἡ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς
καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν.
9 Old men sat in the streets;
they all talked together of good things;
and the youths donned the glories and garments of war.
 πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο,
πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο,
καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου.
10 He supplied the cities with food,
and furnished them with the means of defence,
till his renown spread to the ends of the earth.
 ταῖς πόλεσιν ἐχορήγησεν βρώματα
καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως,
ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς.
11 He established peace in the land,
and Israel rejoiced with great joy.
 ἐποίησεν εἰρήνην ἐπὶ τῆς γῆς,
καὶ εὐφράνθη Ισραηλ εὐφροσύνην μεγάλην.
12 Each man sat under his vine and his fig tree,
and there was none to make them afraid.
 καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ
καὶ τὴν συκῆν αὐτοῦ,
καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς.
13 No one was left in the land to fight them,
and the kings were crushed in those days.
 καὶ ἐξέλιπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς,
καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις.
14 He strengthened all the humble of his people;
he sought out the law,
and did away with every lawless and wicked man.
 καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ·
τὸν νόμον ἐξεζήτησεν
καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν·
15 He made the sanctuary glorious,
and added to the vessels of the sanctuary.
 τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων.
16 It was heard in Rome, and as far away as Sparta, that Jonathan had died, and they were deeply grieved.  Καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα.
17 When they heard that Simon his brother had become high priest in his place, and that he was ruling over the country and the cities in it,  ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ,
18 they wrote to him on bronze tablets to renew with him the friendship and alliance which they had established with Judas and Jonathan his brothers.  ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν, ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτοῦ.
19 And these were read before the assembly in Jerusalem.  καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ.
20 This is a copy of the letter which the Spartans sent:

"The rulers and the city of the Spartans to Simon the high priest and to the elders and the priests and the rest of the Jewish people, our brethren, greeting.

 καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σιμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσιν καὶ τῷ λοιπῷ δήμῳ τῶν Ιουδαίων ἀδελφοῖς χαίρειν.
21 The envoys who were sent to our people have told us about your glory and honour, and we rejoiced at their coming.  οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ ηὐφράνθημεν ἐπὶ τῇ ἐφόδῳ αὐτῶν.
22 And what they said we have recorded in our public decrees, as follows, `Numenius the son of Antiochus and Antipater the son of Jason, envoys of the Jews, have come to us to renew their friendship with us.  καὶ ἀνεγράψαμεν τὰ ὑπ' αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσονος πρεσβευταὶ Ιουδαίων ἦλθον πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν.
23 It has pleased our people to receive these men with honour and to put a copy of their words in the public archives, so that the people of the Spartans may have a record of them. And they have sent a copy of this to Simon the high priest.' "  καὶ ἤρεσεν τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τῷ δήμῳ βιβλίοις τοῦ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σπαρτιατῶν. τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ.
24 After this Simon sent Numenius to Rome with a large gold shield weighing a thousand minas, to confirm the alliance with the Romans.  Μετὰ ταῦτα ἀπέστειλεν Σιμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκὴν μνῶν χιλίων εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν.
25 When the people heard these things they said, "How shall we thank Simon and his sons?  Ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπαν Τίνα χάριν ἀποδώσομεν Σιμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ;
26 For he and his brothers and the house of his father have stood firm; they have fought and repulsed Israel's enemies and established its freedom."  ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ ἐπολέμησεν τοὺς ἐχθροὺς Ισραηλ ἀπ' αὐτῶν καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν. καὶ κατέγραψαν ἐν δέλτοις χαλκαῖς καὶ ἔθεντο ἐν στήλαις ἐν ὄρει Σιων.
27 So they made a record on bronze tablets and put it upon pillars on Mount Zion.
This is a copy of what they wrote:

'On the eighteenth day of Elul, in the one hundred and seventy-second year, which is the third year of the great high priest Simon,

 καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς Ὀκτωκαιδεκάτῃ Ελουλ ἔτους δευτέρου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ - καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου ἐν ασαραμελ -
28 in Asaramel, in the great assembly of the priests and the people and the rulers of the nation and the elders of the country, the following was proclaimed to us:  ἐπὶ συναγωγῆς μεγάλης ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔθνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν·
29 "Since wars often occurred in the country, Simon the son of Mattathias, a priest of the sons of Joarib, and his brothers, exposed themselves to danger and resisted the enemies of their nation, in order that their sanctuary and the law might be perserved; and they brought great glory to their nation.  ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ, Σιμων δὲ υἱὸς Ματταθιου ἱερεὺς τῶν υἱῶν Ιωαριβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν αὑτοὺς τῷ κινδύνῳ καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν, ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν.
30 Jonathan rallied the nation, and became their high priest, and was gathered to his people.  καὶ ἤθροισεν Ιωναθαν τὸ ἔθνος αὐτῶν καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεὺς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ,
31 And when their enemies decided to invade their country and lay hands on their sanctuary,  καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν καὶ ἐκτεῖναι χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν·
32 then Simon rose up and fought for his nation. He spent great sums of his own money; he armed the men of his nation's forces and paid them wages.  τότε ἀντέστη Σιμων καὶ ἐπολέμησε περὶ τοῦ ἔθνους αὐτοῦ καὶ ἐδαπάνησεν χρήματα πολλὰ τῶν ἑαυτοῦ καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς ὀψώνια
33 He fortified the cities of Judea, and Beth-zur on the borders of Judea, where formerly the arms of the enemy had been stored, and he placed there a garrison of Jews.  καὶ ὠχύρωσεν τὰς πόλεις τῆς Ιουδαίας καὶ τὴν Βαιθσουραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ιουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον, καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ιουδαίους.
34 He also fortified Joppa, which is by the sea, and Gazara, which is on the borders of Azotus, where the enemy formerly dwelt. He settled Jews there, and provided in those cities whatever was necessary for their restoration.  καὶ Ιοππην ὠχύρωσεν τὴν ἐπὶ τῆς θαλάσσης καὶ τὴν Γαζαραν τὴν ἐπὶ τῶν ὁρίων Ἀζώτου, ἐν ᾗ ᾤκουν οἱ πολέμιοι τὸ πρότερον, καὶ κατῴκισεν ἐκεῖ Ιουδαίους, καὶ ὅσα ἐπιτήδεια ἦν πρὸς τῇ τούτων ἐπανορθώσει, ἔθετο ἐν αὐτοῖς.
35 "The people saw Simon's faithfulness and the glory which he had resolved to win for his nation, and they made him their leader and high priest, because he had done all these things and because of the justice and loyalty which he had maintained toward his nation. He sought in every way to exalt his people.  καὶ εἶδεν ὁ λαὸς τὴν πίστιν τοῦ Σιμωνος καὶ τὴν δόξαν, ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ, καὶ ἔθεντο αὐτὸν ἡγούμενον αὐτῶν καὶ ἀρχιερέα διὰ τὸ αὐτὸν πεποιηκέναι πάντα ταῦτα καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν, ἣν συνετήρησεν τῷ ἔθνει αὐτοῦ, καὶ ἐξεζήτησεν παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ.
36 And in his days things prospered in his hands, so that the Gentiles were put out of the country, as were also the men in the city of David in Jerusalem, who had built themselves a citadel from which they used to sally forth and defile the environs of the sanctuary and do great damage to its purity.  καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐοδώθη ἐν ταῖς χερσὶν αὐτοῦ τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν καὶ τοὺς ἐν τῇ πόλει Δαυιδ τοὺς ἐν Ιερουσαλημ, οἳ ἐποίησαν αὑτοῖς ἄκραν, ἐξ ἧς ἐξεπορεύοντο καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων καὶ ἐποίουν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ.
37 He settled Jews in it, and fortified it for the safety of the country and of the city, and built the walls of Jerusalem higher.  καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ιουδαίους καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως καὶ ὕψωσεν τὰ τείχη τῆς Ιερουσαλημ.
38 "In view of these things King Demetrius confirmed him in the high priesthood,  καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα
39 and he made him one of the king's friends and paid him high honours.  καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ.
40 For he had heard that the Jews were addressed by the Romans as friends and allies and brethren, and that the Romans had received the envoys of Simon with honour.  ἤκουσεν γὰρ ὅτι προσηγόρευνται οἱ Ιουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ ἀδελφοί, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σιμωνος ἐνδόξως,
41 "And the Jews and their priests decided that Simon should be their leader and high priest for ever, until a trustworthy prophet should arise,  καὶ ὅτι οἱ Ιουδαῖοι καὶ οἱ ἱερεῖς εὐδόκησαν τοῦ εἶναι αὐτῶν Σιμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα ἕως τοῦ ἀναστῆναι προφήτην πιστὸν
42 and that he should be governor over them and that he should take charge of the sanctuary and appoint men over its tasks and over the country and the weapons and the strongholds, and that he should take charge of the sanctuary,  καὶ τοῦ εἶναι ἐπ' αὐτῶν στρατηγόν, καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων καθιστάναι δι' αὐτοῦ ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων,
43 and that he should be obeyed by all, and that all contracts in the country should be written in his name, and that he should be clothed in purple and wear gold.  καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πάντων, καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορῇ·
44 "And none of the people or priests shall be permitted to nullify any of these decisions or to oppose what he says, or to convene an assembly in the country without his permission, or to be clothed in purple or put on a gold buckle.  καὶ οὐκ ἐξέσται οὐθενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ' αὐτοῦ ῥηθησομένοις καὶ ἐπισυστρέψαι συστροφὴν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ καὶ περιβάλλεσθαι πορφύραν καὶ ἐμπορποῦσθαι πόρπην χρυσῆν·
45 Whoever acts contrary to these decisions or nullifies any of them shall be liable to punishment."  ὃς δ' ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται.
46 And all the people agreed to grant Simon the right to act in accord with these decisions.  καὶ εὐδόκησεν πᾶς ὁ λαὸς θέσθαι Σιμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους.
47 So Simon accepted and agreed to be high priest, to be commander and ethnarch of the Jews and priests, and to be protector of them all.  καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ιουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων.
48 And they gave orders to inscribe this decree upon bronze tablets, to put them up in a conspicuous place in the precincts of the sanctuary,  καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ,
49 and to deposit copies of them in the treasury, so that Simon and his sons might have them.  τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἔχῃ Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ.
    << | 1 Maccabees: 14 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi NEW STUDY BIBLE is a very light revision of the RSV. The changes are: (1) In places where 'the LORD', 'O LORD' occurs in the RSV, (it represents the tetragrammaton - YHWH - which is in the hebrew text), I have printed 'YHWH' in black. The later vowel sounds I have shown in the colour gray;
(2) I have removed the quotation marks and hyphens that were used in so many names in the RSV as an aid to correct pronunciation. This now brings it in line with all other English versions, and makes any word-search more accurate.
(3) I have changed all (I hope!) of the RSV archaic language sections to modern.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.