|
| katapi NEW STUDY BIBLE | 1 Maccabees:13 | LXX |
|
|
1 |
Simon heard that Trypho had assembled a large army to invade the land of Judah and destroy it, | Simon Maccabaeus leads the Jews. 1Mace.13.1-53 | Καὶ ἤκουσεν Σιμων ὅτι συνήγαγεν Τρύφων δύναμιν πολλὴν τοῦ ἐλθεῖν εἰς γῆν Ιουδα καὶ ἐκτρῖψαι αὐτήν. |
2 |
and he saw that the people were trembling and fearful. So he went up to Jerusalem, and gathering the people together | | καὶ εἶδεν τὸν λαόν, ὅτι ἔντρομός ἐστιν καὶ ἔκφοβος, καὶ ἀνέβη εἰς Ιερουσαλημ καὶ ἤθροισεν τὸν λαὸν |
3 |
he encouraged them, saying to them, "You yourselves know what great things I and my brothers and the house of my father have done for the laws and the sanctuary; you know also the wars and the difficulties which we have seen. | | καὶ παρεκάλεσεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς Αὐτοὶ οἴδατε ὅσα ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐποιήσαμεν περὶ τῶν νόμων καὶ τῶν ἁγίων, καὶ τοὺς πολέμους καὶ τὰς στενοχωρίας, ἃς εἴδομεν. |
4 |
By reason of this all my brothers have perished for the sake of Israel, and I alone am left. | | τούτου χάριν ἀπώλοντο οἱ ἀδελφοί μου πάντες χάριν τοῦ Ισραηλ, καὶ κατελείφθην ἐγὼ μόνος. |
5 |
And now, far be it from me to spare my life in any time of distress, for I am not better than my brothers. | | καὶ νῦν μή μοι γένοιτο φείσασθαί μου τῆς ψυχῆς ἐν παντὶ καιρῷ θλίψεως· οὐ γάρ εἰμι κρείσσων τῶν ἀδελφῶν μου. |
6 |
But I will avenge my nation and the sanctuary and your wives and children, for all the nations have gathered together out of hatred to destroy us." | | πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν. |
7 |
The spirit of the people was rekindled when they heard these words, | | καὶ ἀνεζωπύρησεν τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τοῦ ἀκοῦσαι τῶν λόγων τούτων, |
8 |
and they answered in a loud voice, "You are our leader in place of Judas and Jonathan your brother. | | καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες Σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ιουδου καὶ Ιωναθου τοῦ ἀδελφοῦ σου· |
9 |
Fight our battles, and all that you say to us we will do." | | πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα, ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν. |
10 |
So he assembled all the warriors and hastened to complete the walls of Jerusalem, and he fortified it on every side. | | καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνεν τοῦ τελέσαι τὰ τείχη Ιερουσαλημ καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν. |
11 |
He sent Jonathan the son of Absalom to Joppa, and with him a considerable army; he drove out its occupants and remained there. | | καὶ ἀπέστειλεν Ιωναθαν τὸν τοῦ Αψαλωμου καὶ μετ' αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ιοππην, καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ. |
12 |
Then Trypho departed from Ptolemais with a large army to invade the land of Judah, and Jonathan was with him under guard. | | Καὶ ἀπῆρεν Τρύφων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλῆς ἐλθεῖν εἰς γῆν Ιουδα, καὶ Ιωναθαν μετ' αὐτοῦ ἐν φυλακῇ. |
13 |
And Simon encamped in Adida, facing the plain. | | Σιμων δὲ παρενέβαλεν ἐν Αδιδοις κατὰ πρόσωπον τοῦ πεδίου. |
14 |
Trypho learned that Simon had risen up in place of Jonathan his brother, and that he was about to join battle with him, so he sent envoys to him and said, | | καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σιμων ἀντὶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις λέγων |
15 |
"It is for the money that Jonathan your brother owed the royal treasury, in connection with the offices he held, that we are detaining him. | | Περὶ ἀργυρίου, οὗ ὤφειλεν Ιωναθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν δι' ἃς εἶχεν χρείας, συνέχομεν αὐτόν· |
16 |
Send now a hundred talents of silver and two of his sons as hostages, so that when released he will not revolt against us, and we will release him." | | καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφ' ἡμῶν, καὶ ἀφήσομεν αὐτόν. |
17 |
Simon knew that they were speaking deceitfully to him, but he sent to get the money and the sons, lest he arouse great hostility among the people, who might say, | | καὶ ἔγνω Σιμων ὅτι δόλῳ λαλοῦσιν πρὸς αὐτόν, καὶ πέμπει τοῦ λαβεῖν τὸ ἀργύριον καὶ τὰ παιδάρια, μήποτε ἔχθραν ἄρῃ μεγάλην πρὸς τὸν λαὸν |
18 |
"Because Simon did not send him the money and the sons, he perished." | | λέγοντες Ὅτι οὐκ ἀπέστειλα αὐτῷ τὸ ἀργύριον καὶ τὰ παιδάρια, ἀπώλετο. |
19 |
So he sent the sons and the hundred talents, but Trypho broke his word and did not release Jonathan. | | καὶ ἀπέστειλεν τὰ παιδάρια καὶ τὰ ἑκατὸν τάλαντα, καὶ διεψεύσατο καὶ οὐκ ἀφῆκεν τὸν Ιωναθαν. |
20 |
After this Trypho came to invade the country and destroy it, and he circled around by the way to Adora. But Simon and his army kept marching along opposite him to every place he went. | | καὶ μετὰ ταῦτα ἦλθεν Τρύφων τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν καὶ ἐκτρῖψαι αὐτήν, καὶ ἐκύκλωσαν ὁδὸν τὴν εἰς Αδωρα. καὶ Σιμων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἀντιπαρῆγεν αὐτῷ εἰς πάντα τόπον, οὗ ἂν ἐπορεύετο. |
21 |
Now the men in the citadel kept sending envoys to Trypho urging him to come to them by way of the wilderness and to send them food. | | οἱ δὲ ἐκ τῆς ἄκρας ἀπέστελλον πρὸς Τρύφωνα πρεσβευτὰς κατασπεύδοντας αὐτὸν τοῦ ἐλθεῖν πρὸς αὐτοὺς διὰ τῆς ἐρήμου καὶ ἀποστεῖλαι αὐτοῖς τροφάς. |
22 |
So Trypho got all his cavalry ready to go, but that night a very heavy snow fell, and he did not go because of the snow. He marched off and went into the land of Gilead. | | καὶ ἡτοίμασεν Τρύφων πᾶσαν τὴν ἵππον αὐτοῦ ἐλθεῖν, καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ ἦν χιὼν πολλὴ σφόδρα, καὶ οὐκ ἦλθεν διὰ τὴν χιόνα. καὶ ἀπῆρεν καὶ ἦλθεν εἰς τὴν Γαλααδῖτιν. |
23 |
When he approached Baskama, he killed Jonathan, and he was buried there. | | ὡς δὲ ἤγγισεν τῆς Βασκαμα, ἀπέκτεινεν τὸν Ιωναθαν, καὶ ἐτάφη ἐκεῖ. |
24 |
Then Trypho turned back and departed to his own land. | | καὶ ἐπέστρεψεν Τρύφων καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. |
25 |
And Simon sent and took the bones of Jonathan his brother, and buried him in Modein, the city of his fathers. | | Καὶ ἀπέστειλεν Σιμων καὶ ἔλαβεν τὰ ὀστᾶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔθαψεν αὐτὸν ἐν Μωδειν πόλει τῶν πατέρων αὐτοῦ. |
26 |
All Israel bewailed him with great lamentation, and mourned for him many days. | | καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθησαν αὐτὸν ἡμέρας πολλάς. |
27 |
And Simon built a monument over the tomb of his father and his brothers; he made it high that it might be seen, with polished stone at the front and back. | | καὶ ᾠκοδόμησεν Σιμων ἐπὶ τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ὕψωσεν αὐτὸν τῇ ὁράσει λίθῳ ξεστῷ ἐκ τῶν ὄπισθεν καὶ ἔμπροσθεν. |
28 |
He also erected seven pyramids, opposite one another, for his father and mother and four brothers. | | καὶ ἔστησεν ἑπτὰ πυραμίδας, μίαν κατέναντι τῆς μιᾶς, τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς τέσσαρσιν ἀδελφοῖς. |
29 |
And for the pyramids he devised an elabourate setting, erecting about them great columns, and upon the columns he put suits of armor for a permanent memorial, and beside the suits of armor carved ships, so that they could be seen by all who sail the sea. | | καὶ ταύταις ἐποίησεν μηχανήματα περιθεὶς στύλους μεγάλους καὶ ἐποίησεν ἐπὶ τοῖς στύλοις πανοπλίας εἰς ὄνομα αἰώνιον καὶ παρὰ ταῖς πανοπλίαις πλοῖα ἐγγεγλυμμένα εἰς τὸ θεωρεῖσθαι ὑπὸ πάντων τῶν πλεόντων τὴν θάλασσαν. |
30 |
This is the tomb which he built in Modein; it remains to this day. | | οὗτος ὁ τάφος, ὃν ἐποίησεν ἐν Μωδειν, ἕως τῆς ἡμέρας ταύτης. |
31 |
Trypho dealt treacherously with the young king Antiochus; he killed him, | | Ὁ δὲ Τρύφων ἐπορεύετο δόλῳ μετὰ Ἀντιόχου τοῦ βασιλέως τοῦ νεωτέρου καὶ ἀπέκτεινεν αὐτὸν |
32 |
and became king in his place, putting on the crown of Asia; and he brought great calamity upon the land. | | καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας καὶ ἐποίησεν πληγὴν μεγάλην ἐπὶ τῆς γῆς. |
33 |
But Simon built up the strongholds of Judea and walled them all around, with high towers and great walls and gates and bolts, and he stored food in the strongholds. | | καὶ ᾠκοδόμησεν Σιμων τὰ ὀχυρώματα τῆς Ιουδαίας καὶ περιετείχισεν πύργοις ὑψηλοῖς καὶ τείχεσιν μεγάλοις καὶ πύλαις καὶ μοχλοῖς καὶ ἔθετο βρώματα ἐν τοῖς ὀχυρώμασιν. |
34 |
Simon also chose men and sent them to Demetrius the king with a request to grant relief to the country, for all that Trypho did was to plunder. | | καὶ ἐπέλεξεν Σιμων ἄνδρας καὶ ἀπέστειλεν πρὸς Δημήτριον τὸν βασιλέα τοῦ ποιῆσαι ἄφεσιν τῇ χώρᾳ, ὅτι πᾶσαι αἱ πράξεις Τρύφωνος ἦσαν ἁρπαγαί. |
35 |
Demetrius the king sent him a favourable reply to this request, and wrote him a letter as follows, | | καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην |
36 |
"King Demetrius to Simon, the high priest and friend of kings, and to the elders and nation of the Jews, greeting.
| | Βασιλεὺς Δημήτριος Σιμωνι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔθνει Ιουδαίων χαίρειν. |
37 |
We have received the gold crown and the palm branch which you sent, and we are ready to make a general peace with you and to write to our officials to grant you release from tribute. | | τὸν στέφανον τὸν χρυσοῦν καὶ τὴν βαίνην, ἣν ἀπεστείλατε, κεκομίσμεθα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν τὰ ἀφέματα. |
38 |
All the grants that we have made to you remain valid, and let the strongholds that you have built be your possession. | | καὶ ὅσα ἐστήσαμεν πρὸς ὑμᾶς, ἕστηκεν, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδομήσατε, ὑπαρχέτω ὑμῖν. |
39 |
We pardon any errors and offences committed to this day, and cancel the crown tax which you owe; and whatever other tax has been collected in Jerusalem shall be collected no longer. | | ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέφανον, ὃν ὠφείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ιερουσαλημ, μηκέτι τελωνείσθω. |
40 |
And if any of you are qualified to be enrolled in our bodyguard, let them be enrolled, and let there be peace between us." | | καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραφέσθωσαν, καὶ γινέσθω ἀνὰ μέσον ἡμῶν εἰρήνη. |
41 |
In the one hundred and seventieth year the yoke of the Gentiles was removed from Israel, | | Ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἤρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ισραηλ, |
42 |
and the people began to write in their documents and contracts, "In the first year of Simon the great high priest and commander and leader of the Jews." | | καὶ ἤρξατο ὁ λαὸς γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν Ἔτους πρώτου ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ιουδαίων. |
43 |
In those days Simon encamped against Gazara and surrounded it with troops. He made a siege engine, brought it up to the city, and battered and captured one tower. | | Ἑν ταῖς ἡμέραις ἐκείναις παρενέβαλεν ἐπὶ Γαζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεόπολιν καὶ προσήγαγεν τῇ πόλει καὶ ἐπάταξεν πύργον ἕνα καὶ κατελάβετο. |
44 |
The men in the siege engine leaped out into the city, and a great tumult arose in the city. | | καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεοπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει. |
45 |
The men in the city, with their wives and children, went up on the wall with their clothes rent, and they cried out with a loud voice, asking Simon to make peace with them; | | καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν γυναιξὶν καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σιμωνα δεξιὰς αὐτοῖς δοῦναι |
46 |
they said, "Do not treat us according to our wicked acts but according to your mercy." | | καὶ εἶπαν Μὴ ἡμῖν χρήσῃ κατὰ τὰς πονηρίας ἡμῶν, ἀλλὰ κατὰ τὸ ἔλεός σου. |
47 |
So Simon reached an agreement with them and stopped fighting against them. But he expelled them from the city and cleansed the houses in which the idols were, and then entered it with hymns and praise. | | καὶ συνελύθη αὐτοῖς Σιμων καὶ οὐκ ἐπολέμησεν αὐτούς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς πόλεως, καὶ ἐκαθάρισεν τὰς οἰκίας, ἐν αἷς ἦν τὰ εἴδωλα, καὶ οὕτως εἰσῆλθεν εἰς αὐτὴν ὑμνῶν καὶ εὐλογῶν. |
48 |
He cast out of it all uncleanness, and settled in it men who observed the law. He also strengthened its fortifications and built in it a house for himself. | | καὶ ἐξέβαλεν ἐξ αὐτῆς πᾶσαν ἀκαθαρσίαν καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας, οἵτινες τὸν νόμον ποιήσωσιν, καὶ προσωχύρωσεν αὐτὴν καὶ ᾠκοδόμησεν ἑαυτῷ ἐν αὐτῇ οἴκησιν. |
49 |
The men in the citadel at Jerusalem were prevented from going out to the country and back to buy and sell. So they were very hungry, and many of them perished from famine. | | Οἱ δὲ ἐκ τῆς ἄκρας ἐν Ιερουσαλημ ἐκωλύοντο ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὴν χώραν ἀγοράζειν καὶ πωλεῖν καὶ ἐπείνασαν σφόδρα, καὶ ἀπώλοντο ἐξ αὐτῶν ἱκανοὶ τῷ λιμῷ. |
50 |
Then they cried to Simon to make peace with them, and he did so. But he expelled them from there and cleansed the citadel from its pollutions. | | καὶ ἐβόησαν πρὸς Σιμωνα δεξιὰς λαβεῖν, καὶ ἔδωκεν αὐτοῖς· καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ ἐκαθάρισεν τὴν ἄκραν ἀπὸ τῶν μιασμάτων. |
51 |
On the twenty-third day of the second month, in the one hundred and seventy-first year, the Jews entered it with praise and palm branches, and with harps and cymbals and stringed instruments, and with hymns and songs, because a great enemy had been crushed and removed from Israel. | | καὶ εἰσῆλθον εἰς αὐτὴν τῇ τρίτῃ καὶ εἰκάδι τοῦ δευτέρου μηνὸς ἔτους πρώτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ μετὰ αἰνέσεως καὶ βαίων καὶ ἐν κινύραις καὶ ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν ὕμνοις καὶ ἐν ᾠδαῖς, ὅτι συνετρίβη ἐχθρὸς μέγας ἐξ Ισραηλ. |
52 |
And Simon decreed that every year they should celebrate this day with rejoicing. He strengthened the fortifications of the temple hill alongside the citadel, and he and his men dwelt there. | | καὶ ἔστησεν κατ' ἐνιαυτὸν τοῦ ἄγειν τὴν ἡμέραν ταύτην μετὰ εὐφροσύνης. καὶ προσωχύρωσεν τὸ ὄρος τοῦ ἱεροῦ τὸ παρὰ τὴν ἄκραν· καὶ ᾤκει ἐκεῖ αὐτὸς καὶ οἱ παρ' αὐτοῦ. |
53 |
And Simon saw that John his son had reached manhood, so he made him commander of all the forces, and he dwelt in Gazara. | | καὶ εἶδεν Σιμων τὸν Ιωαννην υἱὸν αὐτοῦ ὅτι ἀνήρ ἐστιν, καὶ ἔθετο αὐτὸν ἡγούμενον τῶν δυνάμεων πασῶν· καὶ ᾤκει ἐν Γαζαροις. |
|
|
<< | 1 Maccabees: 13 | >> |
|