|
| katapi NEW STUDY BIBLE | 1 Maccabees:12 | LXX |
|
|
1 |
Now when Jonathan saw that the time was favourable for him, he chose men and sent them to Rome to confirm and renew the friendship with them. | Alliances with Rome & Sparta. 1Mace.12.1-23 | Καὶ εἶδεν Ιωναθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ, καὶ ἐπελέξατο ἄνδρας καὶ ἀπέστειλεν εἰς Ῥώμην στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν. |
2 |
He also sent letters to the same effect to the Spartans and to other places. | | καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά. |
3 |
So they went to Rome and entered the senate chamber and said, "Jonathan the high priest and the Jewish nation have sent us to renew the former friendship and alliance with them." | | καὶ ἐπορεύθησαν εἰς Ῥώμην καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ εἶπον Ιωναθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν ἑαυτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον. |
4 |
And the Romans gave them letters to the people in every place, asking them to provide for the envoys safe conduct to the land of Judah. | | καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον, ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ιουδα μετ' εἰρήνης. |
5 |
This is a copy of the letter which Jonathan wrote to the Spartans: | | Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἔγραψεν Ιωναθαν τοῖς Σπαρτιάταις |
6 |
"Jonathan the high priest, the senate of the nation, the priests, and the rest of the Jewish people to their brethren the Spartans, greeting.
| | Ιωναθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν. |
7 |
Already in time past a letter was sent to Onias the high priest from Arius, who was king among you, stating that you are our brethren, as the appended copy shows. | | ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ Ἀρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν, ὡς τὸ ἀντίγραφον ὑπόκειται. |
8 |
Onias welcomed the envoy with honour, and received the letter, which contained a clear declaration of alliance and friendship. | | καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς, ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας. |
9 |
Therefore, though we have no need of these things, since we have as encouragement the holy books which are in our hands, | | ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν |
10 |
we have undertaken to send to renew our brotherhood and friendship with you, so that we may not become estranged from you, for considerable time has passed since you sent your letter to us. | | ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν· πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφ' οὗ ἀπεστείλατε πρὸς ἡμᾶς. |
11 |
We therefore remember you constantly on every occasion, both in our feasts and on other appropriate days, at the sacrifices which we offer and in our prayers, as it is right and proper to remember brethren. | | ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνῃσκόμεθα ὑμῶν ἐφ' ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς, ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφῶν. |
12 |
And we rejoice in your glory. | | εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν. |
13 |
But as for ourselves, many afflictions and many wars have encircled us; the kings round about us have waged war against us. | | ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί, καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν. |
14 |
We were unwilling to annoy you and our other allies and friends with these wars, | | οὐκ ἠβουλόμεθα οὖν παρενοχλῆσαι ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ φίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις· |
15 |
for we have the help which comes from Heaven for our aid; and we were delivered from our enemies and our enemies were humbled. | | ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν καὶ ἐρρύσθημεν ἀπὸ τῶν ἐχθρῶν, καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν. |
16 |
We therefore have chosen Numenius the son of Antiochus and Antipater the son of Jason, and have sent them to Rome to renew our former friendship and alliance with them. | | ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον. |
17 |
We have commanded them to go also to you and greet you and deliver to you this letter from us concerning the renewal of our brotherhood. | | ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ' ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν. |
18 |
And now please send us a reply to this." | | καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα. |
19 |
This is a copy of the letter which they sent to Onias: | | Καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν, ὧν ἀπέστειλαν Ονια |
20 |
"Arius, king of the Spartans, to Onias the high priest, greeting. | | Ἄρειος βασιλεὺς Σπαρτιατῶν Ονια ἱερεῖ μεγάλῳ χαίρειν. |
21 |
It has been found in writing concerning the Spartans and the Jews that they are brethren and are of the family of Abraham. | | εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ. |
22 |
And now that we have learned this, please write us concerning your welfare; | | καὶ νῦν ἀφ' οὗ ἔγνωμεν ταῦτα, καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν, |
23 |
we on our part write to you that your cattle and your property belong to us, and ours belong to you. We therefore command that our envoys report to you accordingly." | | καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν, καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν. ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα. |
24 |
Now Jonathan heard that the commanders of Demetrius had returned, with a larger force than before, to wage war against him. | Campaigns of Jonathan & Simon. 1Mace.12.24-38 | Καὶ ἤκουσεν Ιωναθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν. |
25 |
So he marched away from Jerusalem and met them in the region of Hamath, for he gave them no opportunity to invade his own country. | | καὶ ἀπῆρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Αμαθῖτιν χώραν· οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ. |
26 |
He sent spies to their camp, and they returned and reported to him that the enemy were being drawn up in formation to fall upon the Jews by night. | | καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ ὅτι οὕτως τάσσονται ἐπιπεσεῖν ἐπ' αὐτοὺς τὴν νύκτα. |
27 |
So when the sun set, Jonathan commanded his men to be alert and to keep their arms at hand so as to be ready all night for battle, and he stationed outposts around the camp. | | ὡς δὲ ἔδυ ὁ ἥλιος, ἐπέταξεν Ιωναθαν τοῖς παρ' αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις ἑτοιμάζεσθαι εἰς πόλεμον δι' ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς. |
28 |
When the enemy heard that Jonathan and his men were prepared for battle, they were afraid and were terrified at heart; so they kindled fires in their camp and withdrew. | | καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναθαν καὶ οἱ παρ' αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν. |
29 |
But Jonathan and his men did not know it until morning, for they saw the fires burning. | | Ιωναθαν δὲ καὶ οἱ παρ' αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί, ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα. |
30 |
Then Jonathan pursued them, but he did not overtake them, for they had crossed the Eleutherus river. | | καὶ κατεδίωξεν Ιωναθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἑλεύθερον ποταμόν. |
31 |
So Jonathan turned aside against the Arabs who are called Zabadeans, and he crushed them and plundered them. | | καὶ ἐξέκλινεν Ιωναθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. |
32 |
Then he broke camp and went to Damascus, and marched through all that region. | | καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ. |
33 |
Simon also went forth and marched through the country as far as Askalon and the neighbouring strongholds. He turned aside to Joppa and took it by surprise, | | καὶ Σιμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν· |
34 |
for he had heard that they were ready to hand over the stronghold to the men whom Demetrius had sent. And he stationed a garrison there to guard it. | | ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου· καὶ ἔθετο ἐκεῖ φρουράν, ὅπως φυλάσσωσιν αὐτήν. |
35 |
When Jonathan returned he convened the elders of the people and planned with them to build strongholds in Judea, | | καὶ ἐπέστρεψεν Ιωναθαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύετο μετ' αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ιουδαίᾳ |
36 |
to build the walls of Jerusalem still higher, and to erect a high barrier between the citadel and the city to separate it from the city, in order to isolate it so that its garrison could neither buy nor sell. | | καὶ προσυψῶσαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν. |
37 |
So they gathered together to build up the city; part of the wall on the valley to the east had fallen, and he repaired the section called Chaphenatha. | | καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν, καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθα. |
38 |
And Simon built Adida in the Shephelah; he fortified it and installed gates with bolts. | | καὶ Σιμων ᾠκοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεφηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν θύρας καὶ μοχλούς. |
39 |
Then Trypho attempted to become king in Asia and put on the crown, and to raise his hand against Antiochus the king. | Trypho captures Jonathan. 1Mace.12.39-53 | Καὶ ἐζήτησεν Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπ' Ἀντίοχον τὸν βασιλέα. |
40 |
He feared that Jonathan might not permit him to do so, but might make war on him, so he kept seeking to seize and kill him, and he marched forth and came to Beth-shan. | | καὶ εὐλαβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ιωναθαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν, καὶ ἐζήτει συλλαβεῖν αὐτὸν τοῦ ἀπολέσαι, καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσαν. |
41 |
Jonathan went out to meet him with forty thousand picked fighting men, and he came to Beth-shan. | | καὶ ἐξῆλθεν Ιωναθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλθεν εἰς Βαιθσαν. |
42 |
When Trypho saw that he had come with a large army, he was afraid to raise his hand against him. | | καὶ εἶδεν Τρύφων ὅτι ἦλθεν μετὰ δυνάμεως πολλῆς, καὶ ἐκτεῖναι χεῖρας ἐπ' αὐτὸν εὐλαβήθη. |
43 |
So he received him with honour and commended him to all his friends, and he gave him gifts and commanded his friends and his troops to obey him as they would himself. | | καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς φίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξεν τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτοῦ ὡς αὑτοῦ. |
44 |
Then he said to Jonathan, "Why have you wearied all these people when we are not at war? | | καὶ εἶπεν τῷ Ιωναθαν Ἵνα τί ἐκόπωσας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν; |
45 |
Dismiss them now to their homes and choose for yourself a few men to stay with you, and come with me to Ptolemais. I will hand it over to you as well as the other strongholds and the remaining troops and all the officials, and will turn round and go home. For that is why I am here." | | καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους, οἵτινες ἔσονται μετὰ σοῦ, καὶ δεῦρο μετ' ἐμοῦ εἰς Πτολεμαίδα, καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν, καὶ ἐπιστρέψας ἀπελεύσομαι· τούτου γὰρ χάριν πάρειμι. |
46 |
Jonathan trusted him and did as he said; he sent away the troops, and they returned to the land of Judah. | | καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν καθὼς εἶπεν, καὶ ἐξαπέστειλεν τὰς δυνάμεις, καὶ ἀπῆλθον εἰς γῆν Ιουδα. |
47 |
He kept with himself three thousand men, two thousand of whom he left in Galilee, while a thousand accompanied him. | | κατέλιπεν δὲ μεθ' ἑαυτοῦ ἄνδρας τρισχιλίους, ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ, χίλιοι δὲ συνῆλθον αὐτῷ. |
48 |
But when Jonathan entered Ptolemais, the men of Ptolemais closed the gates and seized him, and all who had entered with him they killed with the sword. | | ὡς δὲ εἰσῆλθεν Ιωναθαν εἰς Πτολεμαίδα, ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν, καὶ πάντας τοὺς συνεισελθόντας μετ' αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ. |
49 |
Then Trypho sent troops and cavalry into Galilee and the Great Plain to destroy all Jonathan's soldiers. | | καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναθου. |
50 |
But they realized that Jonathan had been seized and had perished along with his men, and they encouraged one another and kept marching in close formation, ready for battle. | | καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν καὶ οἱ μετ' αὐτοῦ, καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον. |
51 |
When their pursuers saw that they would fight for their lives, they turned back. | | καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστιν, καὶ ἐπέστρεψαν. |
52 |
So they all reached the land of Judah safely, and they mourned for Jonathan and his companions and were in great fear; and all Israel mourned deeply. | | καὶ ἦλθον πάντες μετ' εἰρήνης εἰς γῆν Ιουδα καὶ ἐπένθησαν τὸν Ιωναθαν καὶ τοὺς μετ' αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐπένθησεν πᾶς Ισραηλ πένθος μέγα. |
53 |
And all the nations round about them tried to destroy them, for they said, "They have no leader or helper. Now therefore let us make war on them and blot out the memory of them from among men." | | καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρῖψαι αὐτούς· εἶπον γάρ Οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα· νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν. |
|
|
<< | 1 Maccabees: 12 | >> |
|