katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1
about 1 Maccabees | APOCRYPHA | contents | by passage | ←search || search→ | in flowing text

 katapi NEW STUDY BIBLE1 Maccabees:10LXX  

1 In the one hundred and sixtieth year Alexander Epiphanes, the son of Antiochus, landed and occupied Ptolemais. They welcomed him, and there he began to reign. Alexander Epiphanes (Balas) makes Jonathan High Priest. (152 BCE) 1Mace.10.1-21Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἑπιφανὴς καὶ κατελάβετο Πτολεμαίδα, καὶ ἐπεδέξαντο αὐτόν, καὶ ἐβασίλευσεν ἐκεῖ.
2 When Demetrius the king heard of it, he assembled a very large army and marched out to meet him in battle.  καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον.
3 And Demetrius sent Jonathan a letter in peaceable words to honour him;  καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν·
4 for he said, "Let us act first to make peace with him before he makes peace with Alexander against us,  εἶπεν γάρ Προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ' αὐτῶν πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθ' ἡμῶν·
5 for he will remember all the wrongs which we did to him and to his brothers and his nation."  μνησθήσεται γὰρ πάντων τῶν κακῶν, ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος.
6 So Demetrius gave him authority to recruit troops, to equip them with arms, and to become his ally; and he commanded that the hostages in the citadel should be released to him.  καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ.
7 Then Jonathan came to Jerusalem and read the letter in the hearing of all the people and of the men in the citadel.  καὶ ἦλθεν Ιωναθαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας.
8 They were greatly alarmed when they heard that the king had given him authority to recruit troops.  καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δύναμιν.
9 But the men in the citadel released the hostages to Jonathan, and he returned them to their parents.  καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ιωναθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν.
10 And Jonathan dwelt in Jerusalem and began to rebuild and restore the city.  καὶ ᾤκησεν Ιωναθαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν.
11 He directed those who were doing the work to build the walls and encircle Mount Zion with squared stones, for better fortification; and they did so.  καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως.
12 Then the foreigners who were in the strongholds that Bacchides had built fled;  καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν, οἷς ᾠκοδόμησεν Βακχίδης,
13 each left his place and departed to his own land.  καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ·
14 Only in Beth-zur did some remain who had forsaken the law and the commandments, for it served as a place of refuge.  πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ εἰς φυγαδευτήριον.
15 Now Alexander the king heard of all the promises which Demetrius had sent to Jonathan, and men told him of the battles that Jonathan and his brothers had fought, of the brave deeds that they had done, and of the troubles that they had endured.  Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας, ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ιωναθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας, ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους, οὓς ἔσχον,
16 So he said, "Shall we find another such man? Come now, we will make him our friend and ally."  καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν.
17 And he wrote a letter and sent it to him, in the following words  καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων
18 "King Alexander to his brother Jonathan, greeting.  Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ιωναθαν χαίρειν.
19 We have heard about you, that you are a mighty warrior and worthy to be our friend.  ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος.
20 And so we have appointed you today to be the high priest of your nation; you are to be called the king's friend"(and he sent him a purple robe and a golden crown) "and you are to take our side and keep friendship with us."  καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε [καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν] καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίας πρὸς ἡμᾶς.
21 So Jonathan put on the holy garments in the seventh month of the one hundred and sixtieth year, at the feast of tabernacles, and he recruited troops and equipped them with arms in abundance. Jonathan supports Alexander Epiphanes. 1Mace.10.21-66Καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά.
22 When Demetrius heard of these things he was grieved and said,  Καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπεν
23 "What is this that we have done? Alexander has gotten ahead of us in forming a friendship with the Jews to strengthen himself.  Τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ιουδαίοις εἰς στήριγμα;
24 I also will write them words of encouragement and promise them honour and gifts, that I may have their help."  γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων, ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήθειαν.
25 So he sent a message to them in the following words:

"King Demetrius to the nation of the Jews, greeting.

 καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ιουδαίων χαίρειν.
26 Since you have kept your agreement with us and have continued your friendship with us, and have not sided with our enemies, we have heard of it and rejoiced.  ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.
27 And now continue still to keep faith with us, and we will repay you with good for what you do for us.  καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ' ὧν ποιεῖτε μεθ' ἡμῶν.
28 We will grant you many immunities and give you gifts.  καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα.
29 "And now I free you and exempt all the Jews from payment of tribute and salt tax and crown levies,  καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ιουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεφάνων,
30 and instead of collecting the third of the grain and the half of the fruit of the trees that I should receive, I release them from this day and henceforth. I will not collect them from the land of Judah or from the three districts added to it from Samaria and Galilee, from this day and for all time.  καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ γῆς Ιουδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον.
31 And let Jerusalem and her environs, her tithes and her revenues, be holy and free from tax.  καὶ Ιερουσαλημ ἔστω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη.
32 I release also my control of the citadel in Jerusalem and give it to the high priest, that he may station in it men of his own choice to guard it.  ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν αὐτὸς ἐκλέξηται, τοῦ φυλάσσειν αὐτήν.
33 And every one of the Jews taken as a captive from the land of Judah into any part of my kingdom, I set free without payment; and let all officials cancel also the taxes on their cattle.  καὶ πᾶσαν ψυχὴν Ιουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ιουδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν.
34 "And all the feasts and sabbaths and new moons and appointed days, and the three days before a feast and the three after a feast - let them all be days of immunity and release for all the Jews who are in my kingdom.  καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου,
35 No one shall have authority to exact anything from them or annoy any of them about any matter.  καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.
36 "Let Jews be enrolled in the king's forces to the number of thirty thousand men, and let the maintenance be given them that is due to all the forces of the king.  καὶ προγραφήτωσαν τῶν Ιουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια, ὡς καθήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως.
37 Let some of them be stationed in the great strongholds of the king, and let some of them be put in positions of trust in the kingdom. Let their officers and leaders be of their own number, and let them live by their own laws, just as the king has commanded in the land of Judah.  καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασιν τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσονται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ' αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν, καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ιουδα.
38 "As for the three districts that have been added to Judea from the country of Samaria, let them be so annexed to Judea that they are considered to be under one ruler and obey no other authority but the high priest.  καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ Ιουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ' ἕνα τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ' ἢ τοῦ ἀρχιερέως.
39 Ptolemais and the land adjoining it I have given as a gift to the sanctuary in Jerusalem, to meet the necessary expenses of the sanctuary.  Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ιερουσαλημ εἰς τὴν καθήκουσαν δαπάνην τοῖς ἁγίοις.
40 I also grant fifteen thousand shekels of silver yearly out of the king's revenues from appropriate places.  κἀγὼ δίδωμι κατ' ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων.
41 And all the additional funds which the government officials have not paid as they did in the first years, they shall give from now on for the service of the temple.  καὶ πᾶν τὸ πλεονάζον, ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου.
42 Moreover, the five thousand shekels of silver which my officials have received every year from the income of the services of the temple, this too is canceled, because it belongs to the priests who minister there.  καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ' ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν.
43 And whoever takes refuge at the temple in Jerusalem, or in any of its precincts, because he owes money to the king or has any debt, let him be released and receive back all his property in my kingdom.  καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀφείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.
44 "Let the cost of rebuilding and restoring the structures of the sanctuary be paid from the revenues of the king.  καὶ τοῦ οἰκοδομηθῆναι καὶ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως.
45 And let the cost of rebuilding the walls of Jerusalem and fortifying it round about, and the cost of rebuilding the walls in Judea, also be paid from the revenues of the king."  καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ιερουσαλημ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη ἐν τῇ Ιουδαίᾳ.
46 When Jonathan and the people heard these words, they did not believe or accept them, because they remembered the great wrongs which Demetrius had done in Israel and how he had greatly oppressed them.  Ὡς δὲ ἤκουσεν Ιωναθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης, ἧς ἐποίησεν ἐν Ισραηλ καὶ ἔθλιψεν αὐτοὺς σφόδρα.
47 They favoured Alexander, because he had been the first to speak peaceable words to them, and they remained his allies all his days.  καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.
48 Now Alexander the king assembled large forces and encamped opposite Demetrius.  Καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου.
49 The two kings met in battle, and the army of Demetrius fled, and Alexander pursued him and defeated them.  καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἴσχυσεν ἐπ' αὐτούς·
50 He pressed the battle strongly until the sun set, and Demetrius fell on that day.  καὶ ἐστερέωσεν τὸν πόλεμον σφόδρα, ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
51 Then Alexander sent ambassadors to Ptolemy king of Egypt with the following message:  Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων
52 "Since I have returned to my kingdom and have taken my seat on the throne of my fathers, and established my rule - for I crushed Demetrius and gained control of our country;  Ἑπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν
53 I met him in battle, and he and his army were crushed by us, and we have taken our seat on the throne of his kingdom -  καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ' ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ·
54 now therefore let us establish friendship with one another; give me now your daughter as my wife, and I will become your son-in-law, and will make gifts to you and to her in keeping with your position."  καὶ νῦν στήσωμεν πρὸς αὑτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου.
55 Ptolemy the king replied and said, "Happy was the day on which you returned to the land of your fathers and took your seat on the throne of their kingdom.  Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων Ἀγαθὴ ἡμέρα, ἐν ᾗ ἐπέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν.
56 And now I will do for you as you wrote, but meet me at Ptolemais, so that we may see one another, and I will become your father-in-law, as you have said."  καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καθὼς εἴρηκας.
57 So Ptolemy set out from Egypt, he and Cleopatra his daughter, and came to Ptolemais in the one hundred and sixty-second year.  Καὶ ἐξῆλθεν Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ ἦλθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.
58 Alexander the king met him, and Ptolemy gave him Cleopatra his daughter in marriage, and celebrated her wedding at Ptolemais with great pomp, as kings do.  καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι καθὼς οἱ βασιλεῖς ἐν δόξῃ μεγάλῃ. -
59 Then Alexander the king wrote to Jonathan to come to meet him.  καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς Ιωναθη ἐλθεῖν εἰς συνάντησιν αὐτῷ.
60 So he went with pomp to Ptolemais and met the two kings; he gave them and their friends silver and gold and many gifts, and found favour with them.  καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν.
61 A group of pestilent men from Israel, lawless men, gathered together against him to accuse him; but the king paid no attention to them.  καὶ ἐπισυνήχθησαν ἐπ' αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ' αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς.
62 The king gave orders to take off Jonathan's garments and to clothe him in purple, and they did so.  καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως.
63 The king also seated him at his side; and he said to his officers, "Go forth with him into the middle of the city and proclaim that no one is to bring charges against him about any matter, and let no one annoy him for any reason."  καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ' αὐτοῦ καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ Ἑξέλθατε μετ' αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ' αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου.
64 And when his accusers saw the honour that was paid him, in accordance with the proclamation, and saw him clothed in purple, they all fled.  καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ, καθὼς ἐκήρυξεν, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες.
65 Thus the king honoured him and enrolled him among his chief friends, and made him general and governor of the province.  καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην.
66 And Jonathan returned to Jerusalem in peace and gladness.  καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ εὐφροσύνης.
67 In the one hundred and sixty-fifth year Demetrius the son of Demetrius came from Crete to the land of his fathers. Jonathan's victory over Apollonius. (147 BCE) 1Mace.10.67-89Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθεν Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ.
68 When Alexander the king heard of it, he was greatly grieved and returned to Antioch.  καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς Ἀντιόχειαν.
69 And Demetrius appointed Apollonius the governor of Coelesyria, and he assembled a large force and encamped against Jamnia. Then he sent the following message to Jonathan the high priest:  καὶ κατέστησεν Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγεν δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐπὶ Ιάμνειαν· καὶ ἀπέστειλεν πρὸς Ιωναθαν τὸν ἀρχιερέα λέγων
70 "You are the only one to rise up against us, and I have become a laughingstock and reproach because of you. Why do you assume authority against us in the hill country?  Σὺ μονώτατος ἐπαίρῃ ἐφ' ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ· καὶ διὰ τί σὺ ἐξουσιάζῃ ἐφ' ἡμᾶς ἐν τοῖς ὄρεσι;
71 If you now have confidence in your forces, come down to the plain to meet us, and let us match strength with each other there, for I have with me the power of the cities.  νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ' ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων.
72 Ask and learn who I am and who the others are that are helping us. Men will tell you that you cannot stand before us, for your fathers were twice put to flight in their own land.  ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν Οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν.
73 And now you will not be able to withstand my cavalry and such an army in the plain, where there is no stone or pebble, or place to flee."  καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν.
74 When Jonathan heard the words of Apollonius, his spirit was aroused. He chose ten thousand men and set out from Jerusalem, and Simon his brother met him to help him.  Ὡς δὲ ἤκουσεν Ιωναθαν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν καὶ ἐξῆλθεν ἐξ Ιερουσαλημ, καὶ συνήντησεν αὐτῷ Σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτῷ.
75 He encamped before Joppa, but the men of the city closed its gates, for Apollonius had a garrison in Joppa.  καὶ παρενέβαλεν ἐπὶ Ιοππην, καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ιοππη· καὶ ἐπολέμησαν αὐτήν,
76 So they fought against it, and the men of the city became afraid and opened the gates, and Jonathan gained possession of Joppa.  καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ιωναθαν Ιοππης.
77 When Apollonius heard of it, he mustered three thousand cavalry and a large army, and went to Azotus as though he were going farther. At the same time he advanced into the plain, for he had a large troop of cavalry and put confidence in it.  καὶ ἤκουσεν Ἀπολλώνιος καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλὴν καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ' αὐτῇ.
78 Jonathan pursued him to Azotus, and the armies engaged in battle.  καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον.
79 Now Apollonius had secretly left a thousand cavalry behind them.  καὶ ἀπέλιπεν Απολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶν.
80 Jonathan learned that there was an ambush behind him, for they surrounded his army and shot arrows at his men from early morning till late afternoon.  καὶ ἔγνω Ιωναθαν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης·
81 But his men stood fast, as Jonathan commanded, and the enemy's horses grew tired.  ὁ δὲ λαὸς εἱστήκει, καθὼς ἐπέταξεν Ιωναθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.
82 Then Simon brought forward his force and engaged the phalanx in battle (for the cavalry was exhausted); they were overwhelmed by him and fled,  καὶ εἵλκυσεν Σιμων τὴν δύναμιν αὐτοῦ καὶ συνῆψεν πρὸς τὴν φάλαγγα, ἡ γὰρ ἵππος ἐξελύθη, καὶ συνετρίβησαν ὑπ' αὐτοῦ καὶ ἔφυγον,
83 and the cavalry was dispersed in the plain. They fled to Azotus and entered Beth-dagon, the temple of their idol, for safety.  καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ. καὶ ἔφυγον εἰς Ἄζωτον καὶ εἰσῆλθον εἰς Βηθδαγων τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι.
84 But Jonathan burned Azotus and the surrounding towns and plundered them; and the temple of Dagon, and those who had taken refuge in it he burned with fire.  καὶ ἐνεπύρισεν Ιωναθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν καὶ τὸ ἱερὸν Δαγων καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισεν πυρί.
85 The number of those who fell by the sword, with those burned alive, came to eight thousand men.  καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.
86 Then Jonathan departed from there and encamped against Askalon, and the men of the city came out to meet him with great pomp.  καὶ ἀπῆρεν ἐκεῖθεν Ιωναθαν καὶ παρενέβαλεν ἐπὶ Ἀσκαλῶνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.
87 And Jonathan and those with him returned to Jerusalem with much booty.  καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ σὺν τοῖς παρ' αὐτοῦ ἔχοντες σκῦλα πολλά.
88 When Alexander the king heard of these things, he honoured Jonathan still more;  καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο ἔτι δοξάσαι τὸν Ιωναθαν·
89 and he sent to him a golden buckle, such as it is the custom to give to the kinsmen of kings. He also gave him Ekron and all its environs as his possession.  καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶν δίδοσθαι τοῖς συγγενέσιν τῶν βασιλέων, καὶ ἔδωκεν αὐτῷ τὴν Ακκαρων καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.
    << | 1 Maccabees: 10 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi NEW STUDY BIBLE is a very light revision of the RSV. The changes are: (1) In places where 'the LORD', 'O LORD' occurs in the RSV, (it represents the tetragrammaton - YHWH - which is in the hebrew text), I have printed 'YHWH' in black. The later vowel sounds I have shown in the colour gray;
(2) I have removed the quotation marks and hyphens that were used in so many names in the RSV as an aid to correct pronunciation. This now brings it in line with all other English versions, and makes any word-search more accurate.
(3) I have changed all (I hope!) of the RSV archaic language sections to modern.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.