katapi New Study Bible - select-/ 2 /-versions

katapi HOME DB1
about 1 Maccabees | APOCRYPHA | contents | by passage | ←search || search→ | in flowing text

 katapi NEW STUDY BIBLE1 Maccabees:1 LXX  

1 After Alexander son of Philip, the Macedonian, who came from the land of Kittim, had defeated Darius, king of the Persians and the Medes, he succeeded him as king. (He had previously become king of Greece.) MACCABEES 1. Alexander the Great. 1Mace.1.1-9Καὶ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ γῆς Χεττιιμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ, πρότερον ἐπὶ τὴν Ἑλλάδα.
2 He fought many battles, conquered strongholds, and put to death the kings of the earth.  καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσφαξεν βασιλεῖς τῆς γῆς·
3 He advanced to the ends of the earth, and plundered many nations. When the earth became quiet before him, he was exalted, and his heart was lifted up.  καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ.
4 He gathered a very strong army and ruled over countries, nations, and princes, and they became tributary to him.  καὶ συνῆξεν δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξεν χωρῶν ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον.
5 After this he fell sick and perceived that he was dying.  καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνῄσκει.
6 So he summoned his most honoured officers, who had been brought up with him from youth, and divided his kingdom among them while he was still alive.  καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτοῦ ἐκ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι αὐτοῦ ζῶντος.
7 And after Alexander had reigned twelve years, he died.  καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανεν.
8 Then his officers began to rule, each in his own place.  καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ.
9 They all put on crowns after his death, and so did their sons after them for many years; and they caused many evils on the earth.  καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ.
10 From them came forth a sinful root, Antiochus Epiphanes, son of Antiochus the king; he had been a hostage in Rome. He began to reign in the one hundred and thirty-seventh year of the kingdom of the Greeks. Antiochus IV Epiphanes & the renegade Jews. (176-175 BCE) 1Mace.1.10-15 (Jerusalem) - | 2Mace.4.7-17καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἑπιφανὴς υἱὸς Ἀντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν Ῥώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων.
11 In those days lawless men came forth from Israel, and misled many, saying, "Let us go and make a covenant with the Gentiles round about us, for since we separated from them many evils have come upon us."  Ἑν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες Πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφ' ἧς ἐχωρίσθημεν ἀπ' αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.
12 This proposal pleased them,  καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν,
13 and some of the people eagerly went to the king. He authorized them to observe the ordinances of the Gentiles.  καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν.
14 So they built a gymnasium in Jerusalem, according to Gentile custom,  καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν
15 and removed the marks of circumcision, and abandoned the holy covenant. They joined with the Gentiles and sold themselves to do evil.  καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν.
16 When Antiochus saw that his kingdom was established, he determined to become king of the land of Egypt, that he might reign over both kingdoms. Antiochus attacks Egypt. 1Mace.1.16-19 (Egypt) - Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου, καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.
17 So he invaded Egypt with a strong force, with chariots and elephants and cavalry and with a large fleet.  καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασιν καὶ ἐλέφασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ
18 He engaged Ptolemy king of Egypt in battle, and Ptolemy turned and fled before him, and many were wounded and fell.  καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγεν, καὶ ἔπεσον τραυματίαι πολλοί.
19 And they captured the fortified cities in the land of Egypt, and he plundered the land of Egypt.  καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ, καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου.
20 After subduing Egypt, Antiochus returned in the one hundred and forty-third year. He went up against Israel and came to Jerusalem with a strong force. Antiochus persecutes the Jews. (170-169 BCE) 1Mace.1.20-64 (Jerusalem) - καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ Ισραηλ καὶ ἀνέβη εἰς Ιεροσόλυμα ἐν ὄχλῳ βαρεῖ.
21 He arrogantly entered the sanctuary and took the golden altar, the lampstand for the light, and all its utensils.  καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς
22 He took also the table for the bread of the Presence, the cups for drink offerings, the bowls, the golden censers, the curtain, the crowns, and the gold decoration on the front of the temple; he stripped it all off.  καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς φιάλας καὶ τὰς θυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισεν πάντα·
23 He took the silver and the gold, and the costly vessels; he took also the hidden treasures which he found.  καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρεν·
24 Taking them all, he departed to his own land.

He committed deeds of murder,
and spoke with great arrogance.

 καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.

καὶ ἐποίησεν φονοκτονίαν
καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην.

25 Israel mourned deeply in every community,
 καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ισραηλ ἐν παντὶ τόπῳ αὐτῶν.
26 rulers and elders groaned,
maidens and young men became faint,
the beauty of women faded.
 καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι,
παρθένοι καὶ νεανίσκοι ἠσθένησαν,
καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.
27 Every bridegroom took up the lament;
she who sat in the bridal chamber was mourning.
 πᾶς νυμφίος ἀνέλαβεν θρῆνον,
καὶ καθημένη ἐν παστῷ ἐπένθει.
28 Even the land shook for its inhabitants,
and all the house of Jacob was clothed with shame.
 καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν,
καὶ πᾶς ὁ οἶκος Ιακωβ ἐνεδύσατο αἰσχύνην.
29 Two years later the king sent to the cities of Judah a chief collector of tribute, and he came to Jerusalem with a large force.  Μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ιουδα, καὶ ἦλθεν εἰς Ιερουσαλημ ἐν ὄχλῳ βαρεῖ.
30 Deceitfully he spoke peaceable words to them, and they believed him; but he suddenly fell upon the city, dealt it a severe blow, and destroyed many people of Israel.  καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐνεπίστευσαν αὐτῷ. καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ισραηλ.
31 He plundered the city, burned it with fire, and tore down its houses and its surrounding walls.  καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνέπρησεν αὐτὴν πυρὶ καὶ καθεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη κύκλῳ.
32 And they took captive the women and children, and seized the cattle.  καὶ ᾐχμαλώτισαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν.
33 Then they fortified the city of David with a great strong wall and strong towers, and it became their citadel.  καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυιδ τείχει μεγάλῳ καὶ ὀχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.
34 And they stationed there a sinful people, lawless men. These strengthened their position;  καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ.
35 they stored up arms and food, and collecting the spoils of Jerusalem they stored them there, and became a great snare.  καὶ παρέθεντο ὅπλα καὶ τροφὴν καὶ συναγαγόντες τὰ σκῦλα Ιερουσαλημ ἀπέθεντο ἐκεῖ καὶ ἐγένοντο εἰς μεγάλην παγίδα.
36 It became an ambush against the sanctuary,
an evil adversary of Israel continually.
 καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι
καὶ εἰς διάβολον πονηρὸν τῷ Ισραηλ διὰ παντός.
37 On every side of the sanctuary they shed innocent blood;
they even defiled the sanctuary.
 καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος
καὶ ἐμόλυναν τὸ ἁγίασμα.
38 Because of them the residents of Jerusalem fled;
she became a dwelling of strangers;
she became strange to her offspring,
and her children forsook her.
 καὶ ἔφυγον οἱ κάτοικοι Ιερουσαλημ δι' αὐτούς,
καὶ ἐγένετο κατοικία ἀλλοτρίων·
καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς,
καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν.
39 Her sanctuary became desolate as a desert;
her feasts were turned into mourning,
her sabbaths into a reproach,
her honour into contempt.
 τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος,
αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος,
τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν,
ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν.
40 Her dishonour now grew as great as her glory;
her exaltation was turned into mourning.
 κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἡ ἀτιμία αὐτῆς,
καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.
41 Then the king wrote to his whole kingdom that all should be one people,  Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας εἰς λαὸν ἕνα
42 and that each should give up his customs.  καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ. καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως.
43 All the Gentiles accepted the command of the king. Many even from Israel gladly adopted his religion; they sacrificed to idols and profaned the sabbath.  καὶ πολλοὶ ἀπὸ Ισραηλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔθυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον.
44 And the king sent letters by messengers to Jerusalem and the cities of Judah; he directed them to follow customs strange to the land,  καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς
45 to forbid burnt offerings and sacrifices and drink offerings in the sanctuary, to profane sabbaths and feasts,  καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς
46 to defile the sanctuary and the priests,  καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους,
47 to build altars and sacred precincts and shrines for idols, to sacrifice swine and unclean animals,  οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδώλια καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ
48 and to leave their sons uncircumcised. They were to make themselves abominable by everything unclean and profane,  καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει
49 so that they should forget the law and change all the ordinances.  ὥστε ἐπιλαθέσθαι τοῦ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα·
50 "And whoever does not obey the command of the king shall die."  καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸν λόγον τοῦ βασιλέως, ἀποθανεῖται.
51 In such words he wrote to his whole kingdom. And he appointed inspectors over all the people and commanded the cities of Judah to offer sacrifice, city by city.  κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ταῖς πόλεσιν Ιουδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν.
52 Many of the people, every one who forsook the law, joined them, and they did evil in the land;  καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πολλοὶ πρὸς αὐτούς, πᾶς ὁ ἐγκαταλείπων τὸν νόμον, καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ
53 they drove Israel into hiding in every place of refuge they had.  καὶ ἔθεντο τὸν Ισραηλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν.
54 Now on the fifteenth day of Chislev, in the one hundred and forty-fifth year, they erected a desolating sacrilege upon the altar of burnt offering. They also built altars in the surrounding cities of Judah,  καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελευ τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησεν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον. καὶ ἐν πόλεσιν Ιουδα κύκλῳ ᾠκοδόμησαν βωμούς·
55 and burned incense at the doors of the houses and in the streets.  καὶ ἐπὶ τῶν θυρῶν τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων.
56 The books of the law which they found they tore to pieces and burned with fire.  καὶ τὰ βιβλία τοῦ νόμου, ἃ εὗρον, ἐνεπύρισαν ἐν πυρὶ κατασχίσαντες.
57 Where the book of the covenant was found in the possession of any one, or if any one adhered to the law, the decree of the king condemned him to death.  καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν.
58 They kept using violence against Israel, against those found month after month in the cities.  ἐν ἰσχύι αὐτῶν ἐποίουν τῷ Ισραηλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσιν.
59 And on the twenty-fifth day of the month they offered sacrifice on the altar which was upon the altar of burnt offering.  καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμόν, ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου.
60 According to the decree, they put to death the women who had their children circumcised,  καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα
61 and their families and those who circumcised them; and they hung the infants from their mothers' necks.  καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν καὶ τοὺς περιτετμηκότας αὐτούς.
62 But many in Israel stood firm and were resolved in their hearts not to eat unclean food.  καὶ πολλοὶ ἐν Ισραηλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν αὑτοῖς τοῦ μὴ φαγεῖν κοινὰ
63 They chose to die rather than to be defiled by food or to profane the holy covenant; and they did die.  καὶ ἐπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσιν τοῖς βρώμασιν καὶ μὴ βεβηλώσωσιν διαθήκην ἁγίαν, καὶ ἀπέθανον.
64 And very great wrath came upon Israel.  καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ισραηλ σφόδρα.
    | 1 Maccabees: 1 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.
The katapi NEW STUDY BIBLE is a very light revision of the RSV. The changes are: (1) In places where 'the LORD', 'O LORD' occurs in the RSV, (it represents the tetragrammaton - YHWH - which is in the hebrew text), I have printed 'YHWH' in black. The later vowel sounds I have shown in the colour gray;
(2) I have removed the quotation marks and hyphens that were used in so many names in the RSV as an aid to correct pronunciation. This now brings it in line with all other English versions, and makes any word-search more accurate.
(3) I have changed all (I hope!) of the RSV archaic language sections to modern.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes? Please e-mail me.