katapi NEW STUDY BIBLE | Ecclesiasticus:6 | LXX | ||
1 | and do not become an enemy instead of a friend; for a bad name incurs shame and reproach: so fares the double-tongued sinner. | καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. | ||
2 | Do not exalt yourself through your soul's counsel, lest your soul be torn in pieces like a bull. | Μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου· | ||
3 | You will devour your leaves and destroy your fruit, and will be left like a withered tree. | τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις, καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν. | ||
4 | An evil soul will destroy him who has it, and make him the laughingstock of his enemies. | ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν, καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν. | ||
5 | A pleasant voice multiplies friends, and a gracious tongue multiplies courtesies. | Friendship. Sir.6.5-17 | Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα. | |
6 | Let those that are at peace with you be many, but let your advisers be one in a thousand. | οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων. | ||
7 | When you gain a friend, gain him through testing, and do not trust him hastily. | εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ. | ||
8 | For there is a friend who is such at his own convenience, but will not stand by you in your day of trouble. | ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. | ||
9 | And there is a friend who changes into an enemy, and will disclose a quarrel to your disgrace. | καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν, καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει. | ||
10 | And there is a friend who is a table companion, but will not stand by you in your day of trouble. | καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου· | ||
11 | In prosperity he will make himself your equal, and be bold with your servants; | καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται· | ||
12 | but if you are brought low he will turn against you, and will hide himself from your presence. | ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται. | ||
13 | Keep yourself far from your enemies, and be on guard toward your friends. | ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι, καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε. | ||
14 | A faithful friend is a sturdy shelter: he that has found one has found a treasure. | φίλος πιστὸς σκέπη κραταιά, ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν. | ||
15 | There is nothing so precious as a faithful friend, and no scales can measure his excellence. | φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ. | ||
16 | A faithful friend is an elixir of life; and those who fear the Lord will find him. | φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν. | ||
17 | Whoever fears the Lord directs his friendship aright, for as he is, so is his neighbour also. | ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ, ὅτι κατ' αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ. | ||
18 | My son, from your youth up choose instruction, and until you are old you will keep finding wisdom. | Learn from Wisdom. Sir.6.18-37 | Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν. | |
19 | Come to her like one who plows and sows, and wait for her good harvest. For in her service you will toil a little while, and soon you will eat of her produce. | ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ, καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις, καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς. | ||
20 | She seems very harsh to the uninstructed; a weakling will not remain with her. | ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος· | ||
21 | She will weigh him down like a heavy testing stone, and he will not be slow to cast her off. | ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ' αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν. | ||
22 | For wisdom is like her name, and is not manifest to many. | σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, καὶ οὐ πολλοῖς ἐστιν φανερά. | ||
23 | Listen, my son, and accept my judgment; do not reject my counsel. | Ἄκουσον, τέκνον, καὶ ἔκδεξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου· | ||
24 | Put your feet into her fetters, and your neck into her collar. | καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς, καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου· | ||
25 | Put your shoulder under her and carry her, and do not fret under her bonds. | ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς· | ||
26 | Come to her with all your soul, and keep her ways with all your might. | ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ, καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς· | ||
27 | Search out and seek, and she will become known to you; and when you get hold of her, do not let her go. | ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν· | ||
28 | For at last you will find the rest she gives, and she will be changed into joy for you. | ἐπ' ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην· | ||
29 | Then her fetters will become for you a strong protection, and her collar a glorious robe. | καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. | ||
30 | Her yoke is a golden ornament, and her bonds are a cord of blue. | κόσμος γὰρ χρύσεός ἐστιν ἐπ' αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον· | ||
31 | You will wear her like a glorious robe, and put her on like a crown of gladness. | στολὴν δόξης ἐνδύσῃ αὐτὴν, καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ. | ||
32 | If you are willing, my son, you will be taught, and if you apply yourself you will become clever. | Ἑὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ· | ||
33 | If you love to listen you will gain knowledge, and if you incline your ear you will become wise. | ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ. | ||
34 | Stand in the assembly of the elders. Who is wise? Cleave to him. | ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι. | ||
35 | Be ready to listen to every narrative, and do not let wise proverbs escape you. | πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε. | ||
36 | If you see an intelligent man, visit him early; let your foot wear out his doorstep. | ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. | ||
37 | Reflect on the statutes of the Lord, and meditate at all times on his commandments. It is he who will give insight to your mind, and your desire for wisdom will be granted. | διανοοῦ ἐν τοῖς προστάγμασιν Κυρίου, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι. | ||
<< | Ecclesiasticus: 6 | >> |
---|