katapi NEW STUDY BIBLE | Ecclesiasticus:24 | LXX | ||
1 | Wisdom will praise herself, and will glory in the midst of her people. | In praise of Wisdom. Sir.24.1-22 | Αἴνεσις σοφίας. Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς, καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται· | |
2 | In the assembly of the Most High she will open her mouth, and in the presence of his host she will glory: | ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει, καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται | ||
3 | "I came forth from the mouth of the Most High, and covered the earth like a mist. | Ἑγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· | ||
4 | I dwelt in high places, and my throne was in a pillar of cloud. | ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης· | ||
5 | Alone I have made the circuit of the vault of heaven and have walked in the depths of the abyss. | γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη, καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα· | ||
6 | In the waves of the sea, in the whole earth, and in every people and nation I have gotten a possession. | ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ, καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην. | ||
7 | Among all these I sought a resting place; I sought in whose territory I might lodge. | μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα, καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι. | ||
8 | "Then the Creator of all things gave me a commandment, and the one who created me assigned a place for my tent. And he said, `Make your dwelling in Jacob, and in Israel receive your inheritance.' | τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν Ἑν Ιακωβ κατασκήνωσον, καὶ ἐν Ισραηλ κατακληρονομήθητι. | ||
9 | From eternity, in the beginning, he created me, and for eternity I shall not cease to exist. | πρὸ τοῦ αἰῶνος ἀπ' ἀρχῆς ἔκτισέν με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω. | ||
10 | In the holy tabernacle I ministered before him, and so I was established in Zion. | ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα, καὶ οὕτως ἐν Σιων ἐστηρίχθην· | ||
11 | In the beloved city likewise he gave me a resting place, and in Jerusalem was my dominion. | ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν, καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου· | ||
12 | So I took root in an honoured people, in the portion of the Lord, who is their inheritance. | καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου, κληρονομίας αὐτοῦ. | ||
13 | "I grew tall like a cedar in Lebanon, and like a cypress on the heights of Hermon. | ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ, καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων· | ||
14 | I grew tall like a palm tree in En-gedi, and like rose plants in Jericho; like a beautiful olive tree in the field, and like a plane tree I grew tall. | ὡς φοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις, καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος. | ||
15 | Like cassia and camel's thorn I gave forth the aroma of spices, and like choice myrrh I spread a pleasant odour, like galbanum, onycha, and stacte, and like the fragrance of frankincense in the tabernacle. | ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν, καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ, καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ. | ||
16 | Like a terebinth I spread out my branches, and my branches are glorious and graceful. | ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος. | ||
17 | Like a vine I caused loveliness to bud, and my blossoms became glorious and abundant fruit. | ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. | ||
19 | "Come to me, you who desire me, and eat your fill of my produce. | προσέλθετε πρός με, οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε· | ||
20 | For the remembrance of me is sweeter than honey, and my inheritance sweeter than the honeycomb. | τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον. | ||
21 | Those who eat me will hunger for more, and those who drink me will thirst for more. | οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν. | ||
22 | Whoever obeys me will not be put to shame, and those who work with my help will not sin." | ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν. | ||
23 | All this is the book of the covenant of the Most High God, the law which Moses commanded us as an inheritance for the congregations of Jacob. | Wisdom & the Law. Sir.24.23-34 | Ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωϋσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ, | |
25 | It fills men with wisdom, like the Pishon, and like the Tigris at the time of the first fruits. | ὁ πιμπλῶν ὡς Φισων σοφίαν, καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων, | ||
26 | It makes them full of understanding, like the Euphrates, and like the Jordan at harvest time. | ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν, καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμοῦ, | ||
27 | It makes instruction shine forth like light, like the Gihon at the time of vintage. | ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηων ἐν ἡμέραις τρυγήτου. | ||
28 | Just as the first man did not know her perfectly, the last one has not fathomed her; | οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν· | ||
29 | for her thought is more abundant than the sea, and her counsel deeper than the great abyss. | ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς, καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης. | ||
30 | I went forth like a canal from a river and like a water channel into a garden. | Κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ, καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον· | ||
31 | I said, "I will water my orchard and drench my garden plot"; and lo, my canal became a river, and my river became a sea. | εἶπα Ποτιῶ μου τὸν κῆπον, καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν. | ||
32 | I will again make instruction shine forth like the dawn, and I will make it shine afar; | ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ, καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν· | ||
33 | I will again pour out teaching like prophecy, and leave it to all future generations. | ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ, καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων. | ||
34 | Observe that I have not laboured for myself alone, but for all who seek instruction. | ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλ' ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν. | ||
<< | Ecclesiasticus: 24 | >> |
---|